6
διὰ τοῦτο ἔλεγε, Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας, εἰ παρέβην τὸν νόμον; Ἐπειδὴ γὰρ ἄνθρωπος ἦν, καὶ τὰ ἀνθρώπινα ἐπεδείκνυτο.
ηʹ. Λοιπὸν προσέχετε μετὰ ἀκριβείας τῷ λόγῳ. Ἐπειδὴ ἡ γυνὴ Χαναναία ἦν,
καὶ τῶν ὁρίων ἐκείνων, ἔνθα καὶ λύσσαι, καὶ μανία, καὶ ἀσέβεια, ἔνθα διαβόλου τυραννὶς, καὶ δαιμόνων βακχεῖαι, καὶ φύσις πατουμένη, καὶ εἰς ἀλόγων ἀλογίας κατηνέχθησαν, εἰς δαιμόνων μανίας, ἐπέταττε δὲ καὶ ὁ νόμος,
Μηδὲν σοὶ καὶ Χαναναίοις, μὴ δῷς, μὴ λάβῃς παρ' ἐκείνων, μὴ γυναῖκα λάβῃς, μὴ υἱὸν λάβῃς, μὴ συμβόλαια ποιήσῃς, μὴ συναλλάγματα· διὰ τοῦτο δὲ φραγμὸν περιέθηκα· ἐλθὼν δὲ ὁ Χριστὸς, καὶ τὰ τῶν ἀνθρώπων ἀναλαβὼν ὅπλα, αὔθωρον περιετμήθη, θυσίας προσήνεγκε, προσφορὰς, τὰ ἄλλα πάντα, ἔμελλε δὲ λύειν τὸν νόμον· ἵνα μὴ λέγωσιν, ὅτι ἀτονήσας πληρῶσαι αὐτὸν, διὰ τοῦτο ἔλυσε, πρότερον αὐτὸν πληροῖ, καὶ τότε λύει, ἵνα μὴ νομίσῃς ὅτι ἀτονεῖ, ἀλλὰ πληροῖ πάντα κατὰ τὸ ἔθος. ∆ιὰ τοῦτο βοᾷ καὶ λέγει, Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Ἐπεὶ οὖν καὶ τοῦτο νόμιμον ἦν, τὸ μηδὲν κοινὸν ἔχειν μετὰ Χαναναίων, ἵνα μὴ ἄρξωνται ἐγκαλεῖν αὐτῷ οἱ Ἰουδαῖοι καὶ λέγειν, ∆ιὰ τοῦτο οὐκ ἐπιστεύσαμέν σοι· παράνομος γὰρ ἦς, ἔλυσας τὸν νόμον· ἀπῆλθες εἰς τὴν Χαναναίων χώραν, Χαναναίοις ἀνεμίγης, τοῦ νόμου λέγοντος· Μὴ ἀναμιγῇς· διὰ τοῦτο αὐτῇ οὐδὲν λαλεῖ τέως. Πρόσεχε πῶς πληροῖ τὸν νόμον, καὶ οὐ προδίδωσι τὴν σωτηρίαν· καὶ Ἰουδαίους ἐπιστομίζει, καὶ ταύτην ἀνακτᾶται.
Ὁ δὲ οὐκ ἀπεκρίνατο, φησὶν, αὐτῇ λόγον. Μή μοι προφάσεις εἴπῃς. Ἴδε, οὐ λαλῶ· ἴδε, οὐ διαλέγομαι· ἴδε συμφορὰ, καὶ τὸ ἐμαυτοῦ οὐκ ἐπιδείκνυμι· ἴδε ναυάγιον, καὶ ὁ κυβερνήτης οὐκ ἀναλύω τὸν χειμῶνα διὰ τὴν ὑμετέραν ἀγνωμοσύνην, 52.456 ἵνα μὴ ἔχητε πρόφασιν. Ἴδε, γυνὴ θέατρόν μοι περιέστηκε, καὶ οὔπω λαμβάνει ἀπόκρισιν, ἵνα μὴ λέγητε, ὅτι Ἐπέδωκας σεαυτὸν Χαναναίοις, καὶ παρέβης τὸν νόμον, καὶ ταύτην πρόφασιν ἔχομεν τοῦ μὴ πιστεῦσαί σοι. Σκόπει πῶς διὰ τοῦτο οὐκ ἀπεκρίνατο τῇ γυναικὶ, ἵνα ἀποκριθῇ Ἰουδαίοις· ἡ πρὸς τὴν γυναῖκα σιγὴ, φωνὴ ἀγνωμοσύνης τοῖς Ἰουδαίοις ἐγίνετο.
θʹ. Ταῦτα δὲ ἐποίει οὐ πρὸς τὴν οἰκείαν ἀξίαν, ἀλλὰ πρὸς τὴν ἐκείνων
συγκαταβαίνων ἀσθένειαν. Καὶ γὰρ ὅτε τὸν λεπρὸν ἐκαθάρισε, λέγει· Ἄπελθε, προσένεγκε τὸ δῶρον, ὃ προσέταξε Μωϋσῆς. Σὺ ἐκάθαρας, καὶ πέμπεις αὐτὸν εἰς τὸν νόμον Μωϋσέως; Ναί. ∆ιὰ τί; ∆ιὰ τοὺς Ἰουδαίους, ἵνα μὴ ἄρξωνται ἐγκαλεῖν, ὅτι παρέβην τὸν νόμον. ∆ιὰ τοῦτο καὶ ὅτε ἐθεράπευσε τὸν λεπρὸν, ξένως ἐθεράπευσεν αὐτόν· καὶ ἄκουε πῶς· Καὶ ἰδοὺ λεπρὸς προσελθὼν παρεκάλει αὐτὸν λέγων, Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι· καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἥψατο αὐτοῦ λέγων· Θέλω, καθαρίσθητι. Ἐν τῷ νόμῳ οὐκ ἐχρῆν ἅπτεσθαι λεπροῦ. Ὅτε οὖν ἦλθε Νεαιμὰν ὁ στρατηλάτης πρὸς Ἐλισσαῖον τὸν προφήτην λέπρᾳ κατεχόμενος, λέγει αὐτῷ ὁ μαθητὴς, Ἰδοὺ λεπρὸς στρατηλάτης ἔξω. Ὁ δὲ πέμπει τὸν μαθητὴν ἐξελθεῖν καὶ εἰπεῖν αὐτῷ, Ἄπελθε, λοῦσαι εἰς τὸν Ἰορδάνην. Καὶ οὐκ ἐτόλμησεν ἐξελθεῖν αὐτὸς καὶ ἰδεῖν τὸν λεπρὸν, καὶ ἅψασθαι αὐτοῦ. Ἐπεὶ οὖν ἐκαθάρισεν ὁ Ἐλισσαῖος λεπρὸν, ἵνα μὴ λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι ὁμοίως Ἐλισσαίῳ ἐκάθαρε, διὰ τοῦτο ἐκεῖνος μὲν οὐ τολμᾷ ἅψασθαι, οὗτος δὲ ἅπτεται, καὶ λέγει, Θέλω, καθαρίσθητι· καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἥψατο τοῦ λεπροῦ. ∆ιὰ τί ἥψατο; Ἵνα σε διδάξῃ ὅτι οὐκ ἔστι δοῦλος ὑποκείμενος νόμῳ, ἀλλὰ ∆εσπότης ἐπικείμενος τῷ νόμῳ. Πῶς οὖν ἐτήρησε τὸν νόμον; Τῷ εἰπεῖν, Θέλω, καθαρίσθητι, καὶ μὴ εὐθέως αὐτοῦ ἅψασθαι. Προέλαβεν ὁ λόγος, ἐδραπέτευσε τὸ νόσημα, εἶτα ἥψατο τοῦ ἀκαθάρτου, καὶ εἶπε, Θέλω, καθαρίσθητι. Πῶς; Εὐθέως ἐκαθαρίσθη. Οὐχ εὑρίσκει ὁ εὐαγγελιστὴς εἰπεῖν καὶ γὰρ τὸ εὐθέως βραδύ ἐστι, οὐχ εὑρίσκει λόγον ἰσόῤῥοπον τῷ τάχει τῆς ἐνεργείας.