1

 2

 3

 4

 5

 6

 7

 8

 9

4

ταύτας τὰς γοητευούσας δαίμονας καὶ αὐξούσας τὸ ἕλκος· ἀλλ' ἀφῆκε τοῦ διαβόλου τὸ ἐργαστήριον, καὶ ἔρχεται ἐπὶ τὸν Σωτῆρα τῶν ψυχῶν τῶν ἡμετέρων. Ἐλέησόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ἴστε τὸ πάθος, ὅσοι πατέρες ἐγένεσθε· βοηθήσατέ μου τῷ λόγῳ, ὅσαι μητέρες ἐγένεσθε. Οὐ δύναμαι ἑρμηνεῦσαι τὸν χειμῶνα, ὃν ὑπέμεινε τὸ γύναιον. Ἐλέησόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Εἶδες τὴν φιλοσοφίαν τῆς γυναικός; εἶδες τὴν καρτερίαν; τὴν ἀνδρείαν; τὴν ὑπομονήν; Ὁ δὲ οὐκ ἀπεκρίνατο αὐτῇ λόγον. Καινὰ πράγματα. Παρακαλεῖ, δέεται, κλαίει τὴν συμφορὰν, αὔξει τὴν τραγῳδίαν, διηγεῖται τὸ πάθος· καὶ ὁ φιλάνθρωπος οὐκ ἀποκρίνεται· ὁ Λόγος σιωπᾷ, ἡ πηγὴ κλείεται, ὁ ἰατρὸς τὰ φάρμακα συστέλλει. Τί τὸ καινόν; τί τὸ παράδοξον; Ἄλλοις ἐπιτρέχεις, καὶ ταύτην ἐπιτρέχουσαν ἐλαύνεις; Ἀλλ' ἐννόησον τοῦ ἰατροῦ τὴν φιλοσοφίαν. Ὁ δὲ οὐκ ἀπεκρίνατο αὐτῇ λόγον. Τίνος ἕνεκα; Ὅτι οὐ τὰ ῥήματα ἐξήταζεν, ἀλλὰ τὰ ἀπόῤῥητα τῆς διανοίας κατεμάνθανεν. Ὁ δὲ οὐκ ἀπεκρίνατο αὐτῇ λόγον. Τί δὲ οἱ μαθηταί; Ἐπειδὴ οὐκ ἔτυχεν ἡ γυνὴ ἀποκρίσεως, προσελθόντες αὐτῷ λέγουσιν· Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Ἀλλὰ σὺ τῆς ἔξωθεν ἀκούεις κραυγῆς, ἐγὼ δὲ τῆς ἔνδοθεν· μεγάλη ἡ φωνὴ τοῦ στόματος, ἀλλὰ μείζων ἡ τῆς διανοίας. Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν· ἄλλος δὲ λέγει εὐαγγελιστὴς, Ἔμπροσθεν ἡμῶν. Ἐναντία τὰ εἰρημένα, ἀλλ' οὐ ψευδῆ· ἀμφότερα γὰρ ἐποίει.

Πρότερον γὰρ ὄπισθεν ἔκραζεν· ὅτε δὲ οὐκ ἀπεκρίθη, ἦλθεν ἔμπροσθεν, καθάπερ κύων λείχων τοὺς πόδας τοῦ κυρίου αὐτοῦ. Ἀπόλυσον αὐτήν· θέατρον περιέστησε, δῆμον συνήγαγε· τὴν ὀδύνην ἐθεώρουν τὴν ἀνθρωπίνην ἐκεῖνοι, ὁ δὲ ∆εσπότης τὴν φιλανθρωπίαν, καὶ τὴν σωτηρίαν τῆς γυναικός. Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Τί οὖν ὁ Χριστός; Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ὅτε ἀπεκρίνατο, χεῖρον αὐτῆς ἐποίησε τὸ ἕλκος· ἰατρὸς γὰρ ἦν τέμνων, οὐχ ἵνα διέλῃ, ἀλλ' ἵνα συνάψῃ.

ʹ. Ἐνταῦθα προσέχετέ μοι μετὰ ἀκριβείας, καὶ συντείνατέ μοι τὴν διάνοιαν.

Ζήτημα γὰρ βαθὺ ἀνερευνῆσαι βούλομαι. Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Τοῦτο ὅλον; ∆ιὰ τοῦτο ἄνθρωπος ἐγένου, σάρκα ἀνέλαβες, οἰκονομίας τοσαύτας εἰργάσω, ἵνα μίαν γωνίαν σώσῃς, καὶ ταύτην ἀπολλυμένην; ἡ δὲ οἰκουμένη πᾶσα ἔρημος, Σκύθαι, Θρᾷκες, Ἰνδοὶ, Μαῦροι, Κίλικες, Καππάδοκες, Σύροι, Φοίνικες, ὅσην ὁ ἥλιος ἐφορᾷ γῆν; ∆ιὰ Ἰουδαίους μόνους ἦλθες, τὰ δὲ ἔθνη ἐν ἐρημίᾳ ὑπερορᾷς; καὶ περιορᾷς κνίσσαν; περιορᾷς καπνόν; περιορᾷς τὸν Πατέρα σου ὑβριζόμενον; εἴδωλα προσκυνούμενα; δαίμονας θεραπευομένους; Καίτοι οἱ προφῆται οὐ ταῦτα λέγουσιν, ἀλλ' ὁ πρόγονός σου ὁ κατὰ σάρκα τί φησιν; Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ἡσαΐας δὲ ὁ τῶν Σεραφὶμ θεωρός· Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτὸν ἔθνη ἐλπιοῦσι. 52.454 Καὶ Ἰακώβ· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν. Καὶ Μαλαχίας· ∆ιότι ἐν ὑμῖν συγκλεισθήσονται πύλαι χαλκαῖ, καὶ οὐκ ἀλλάξονται τὸ προκείμενον, ὅτι ἀπὸ ἀνατολῶν καὶ μέχρι δυσμῶν ἡλίου τὸ ὄνομά σου δοξάζεται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ Κυρίῳ, καὶ θυσία καθαρά.

Καὶ ὁ ∆αυῒδ πάλιν· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Καὶ ἄλλος· Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. Καὶ σὺ αὐτὸς ἐλθὼν οὐ μάγους εὐθέως ἐκάλεσας, τὴν ἀκρόπολιν τῶν ἐθνῶν; τὴν τυραννίδα τοῦ διαβόλου; τὴν δύναμιν τῶν δαιμόνων; οὐ καταβὰς προφήτας αὐτοὺς ἐποίησας; Σὺ μάγους καλεῖς· οἱ προφῆται