1

 2

 3

 4

 5

 6

 7

 8

 9

3

ἄλλο τι ἐξέχεεν ἡ πόρνη; Οὐδὲν ἕτερον, ἢ δάκρυα καὶ μετάνοιαν· ἔλαβε χειραγωγὸν τὴν μετάνοιαν, καὶ προσῆλθε τῇ πηγῇ.

δʹ. Τί δέ φησιν ὁ τελώνης καὶ ὁ εὐαγγελιστὴς, ἀκούσωμεν. Καὶ ἐξελθὼν ὁ

Ἰησοῦς ἐκεῖθεν, ἦλθεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος· καὶ ἰδοὺ γυνή. Θαυμάζει ὁ εὐαγγελιστής· Ἰδοὺ γυνὴ, τὸ παλαιὸν ὅπλον τοῦ διαβόλου, ἡ τοῦ παραδείσου με ἐκβαλοῦσα. 52.452 ἡ μήτηρ τῆς ἁμαρτίας, ἡ ἀρχηγὸς τῆς παραβάσεως, αὕτη ἐκείνη ἡ γυνὴ ἔρχεται, αὕτη ἡ φύσις· καινὸν θαῦμα καὶ παράδοξον· Ἰουδαῖοι φεύγουσι, καὶ ἡ γυνὴ καταδιώκει. Καὶ ἰδοὺ γυνὴ ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα, παρεκάλει αὐτὸν λέγουσα· Κύριε, υἱὲ ∆αυῒδ, ἐλέησόν με. Εὐαγγελίστρια γίνεται ἡ γυνὴ, καὶ τὴν θεότητα καὶ τὴν οἰκονομίαν ὁμολογεῖ· Κύριε, τὴν δεσποτείαν· Υἱὲ ∆αυῒδ, τῆς σαρκὸς τὴν ἀνάληψιν. Ἐλέησόν με. Ὅρα φιλόσοφον ψυχήν. Ἐλέησόν με· οὐκ ἔχω κατορθώματα βίου, οὐκ ἔχω παῤῥησίαν πολιτείας· ἐπὶ ἔλεον καταφεύγω, ἐπὶ τὸν κοινὸν τῶν ἡμαρτηκότων λιμένα· ἐπὶ ἔλεον καταφεύγω, ὅπου δικαστήριον οὐκ ἔστιν, ὅπου ἀνεξέταστος ἡ σωτηρία· καίτοι οὕτω πονηρὰ οὖσα καὶ παράνομος, ἐτόλμησε προσελθεῖν.

Καὶ ὅρα γυναικὸς φιλοσοφίαν· οὐ παρακαλεῖ Ἰάκωβον, οὐ δέεται Ἰωάννου, οὐδὲ προσέρχεται Πέτρῳ, οὐδὲ διέτεμε τὸν χορόν. Οὐκ ἔχω μεσίτου χρείαν, ἀλλὰ λαβοῦσα τὴν μετάνοιαν συνήγορον, αὐτῇ τῇ πηγῇ προσέρχομαι. ∆ιὰ τοῦτο κατέβη, διὰ τοῦτο σάρκα ἀνέλαβεν, ἵνα κἀγὼ αὐτῷ διαλεχθῶ. Ἄνω τὰ Χερουβὶμ αὐτὸν τρέμει, καὶ κάτω πόρνη αὐτῷ διαλέγεται. Ἐλέησόν με. Ψιλὸν τὸ ῥῆμα, καὶ πέλαγος ἀχανὲς σωτηρίας εὑρίσκει. Ἐλέησόν με· διὰ τοῦτο παρεγένου, διὰ τοῦτο σάρκα ἀνέλαβες, διὰ τοῦτο ἐγένου ὅπερ ἐγώ εἰμι. Ἄνω τρόμος, καὶ κάτω παῤῥησία. Ἐλέησόν με· οὐ χρείαν ἔχω μεσίτου, Ἐλέησόν με. Τί ἔχεις; Ἔλεον ζητῶ. Τί πάσχεις; Ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται· ἡ φύσις βασανίζεται, ἡ συμπάθεια γυμνάζεται. Ἐξῆλθε συνήγορος τοῦ θυγατρίου· οὐ φέρει τὴν νοσοῦσαν, ἀλλὰ φέρει τὴν πίστιν· Θεός ἐστι, καὶ τὰ πάντα βλέπει. Ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Πένθος χαλεπόν· τὸ κέντρον τῆς φύσεως τὴν μήτραν διέσχισε, τὸ κλυδώνιον ἐν τοῖς σπλάγχνοις. Τί ποιήσω; ἀπόλλυμαι. Καὶ διὰ τί μὴ λέγεις, Ἐλέησον τὴν θυγατέρα μου, ἀλλὰ, Ἐλέησόν με; Ἐκείνη ἐν ἀναισθησίᾳ ἔχει τὸ πάθος, οὐκ οἶδε τί πάσχει, οὐκ αἰσθάνεται τῆς ὀδύνης, παραπέτασμα τῆς συμφορᾶς ἔχουσα τὸ ἀνώδυνον, μᾶλλον δὲ τὸ ἀναίσθητον. Ἐμὲ δὲ ἐλέησον τὴν θεωρὸν τῶν καθημερινῶν κακῶν· θέατρον ἔχω συμφορᾶς ἐν τῇ οἰκίᾳ. Ποῦ ἀπέλθω; Εἰς τὴν ἔρημον; Ἀλλ' οὐ τολμῶ αὐτὴν καταλιπεῖν μόνην. Ἀλλὰ εἰς τὴν οἰκίαν; Ἀλλ' εὑρίσκω τὸν πολέμιον ἔνδον, τὰ κύματα ἐν τῷ λιμένι, θέατρον συμφορᾶς. Τί αὐτὴν καλέσω; Νεκράν; ἀλλὰ κινεῖται. Ἀλλὰ ζῶσαν; Ἀλλ' οὐκ οἶδε τί ποιεῖ. Οὐκ οἶδα εὑρεῖν ὄνομα ἑρμηνεῦον τὸ πάθος. Ἐλέησόν με. Εἰ ἐτεθνήκει τὸ θυγάτριον, οὐκ ἂν τοιαῦτα ἔπασχον· παρέδωκα ἂν τοῖς κόλποις τῆς γῆς τὸ σῶμα, καὶ τῷ χρόνῳ τὴν λήθην ἂν εἰσήγαγον, καὶ διεφόρησα ἂν τὸ ἕλκος· νῦν δὲ νεκρὸν ἔχω διηνεκῆ θεωρίαν μοι ἐργαζόμενον, ὑφαίνοντά μοι τὸ τραῦμα, πλεονάζοντά μοι τὸ πάθος. Πῶς ἴδω ὀφθαλμοὺς διαστρεφομένους; χεῖρας στραγγαλουμένας; πλοκάμους λυομένους; ἀφρὸν προϊέμενον; τὸν δήμιον ἔνδον ὄντα καὶ μὴ φαινόμενον; τὸν μαστίζοντα μὴ ὁρώμενον, τὰς δὲ μάστιγας φαινομένας; Ἕστηκα θεωρὸς τῶν ἀλλοτρίων κακῶν, ἕστηκα τῆς φύσεώς με κεντριζούσης· Ἐλέησόν με. Χαλεπὸν τὸ κλυδώνιον, πάθος καὶ φόβος· πάθος φύσεως, καὶ φόβος δαίμονος. Προσελθεῖν οὐ δύναμαι, οὐδὲ κατασχεῖν. Ὠθεῖ με τὸ πάθος, καὶ διακρούεταί με ὁ φόβος. Ἐλέησόν με.

εʹ. Ἐννόησον γυναικὸς φιλοσοφίαν. Οὐκ ἀπῆλθε πρὸς μάγους, οὐκ ἐκάλεσε

μάντεις, οὐ περίαπτα ἐποίησεν, 52.453 οὐ μαγγανευτρίας γυναῖκας ἐμισθώσατο,