1

 2

 3

 4

 5

 6

 7

6

θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Ὄντως οὐδείς. Κἂν γὰρ μυρία ταραττώμεθα, καὶ πολλὰ δεώμεθα, ἀλλ' οὐδεὶς ὁ ἐξαιρούμενος. ∆ιὰ τοῦτο μάλιστα μακαρίζομεν τοὺς νηπίους ἀποθνήσκοντας· διὰ τοῦτο πάντες λέγομεν· Εἴθε νήπιοι ὄντες ἀπεθάνομεν! Μὴ οὖν, ὅπερ ἡμεῖς ἐπιθυμοῦμεν, ὁρῶντες ἐν τοῖς ἰδίοις τέκνοις, ἀθυμῶμεν. Τὸ γὰρ ἡμῖν τοῦ θανάτου ποτήριον ἐπικίνδυνόν ἐστι, παρὰ δὲ τοῖς νηπίοις σωτήριον· καὶ τὸ παρὰ πᾶσι φρικτὸν, ἔστιν ἐκείνοις ἐπαινετόν· καὶ ὅπερ ἡμεῖς ἔχομεν εἰς ἀρχὴν τῆς ἐκεῖ τιμωρίας, ἔστι παρ' ἐκείνοις ἀρχὴ σωτηρίας. Ὑπὲρ τίνος γὰρ λογοθετηθῶσιν οἱ μηδὲ ὅλως ἁμαρτίας δεξάμενοι πεῖραν; ὑπὲρ τίνος τιμωρηθῶσιν οἱ καλοῦ ἢ κακοῦ γνῶσιν μὴ φθάνοντες; Ὢ μακαρίων νηπίων μακαρία καὶ ἡ κοίμησις! ὢ θάνατος ἀφθόρων, ἀρχὴ τῆς ὄντως ζωῆς αἰωνίου ὑπαρχούσης! ὢ τέλος ἀρχὴ ἀτελευτήτου χαρᾶς!

Ἀλλὰ τί φασιν οἱ ὀλιγόψυχοι; Παῖς μοι, φησὶν, ὑπῆρχε μονογενὴς ἅμα καὶ εὐειδὴς καὶ εὐγενής· οὗτος ἦν τοῦ ἐμοῦ γένους ἡ διαδοχὴ, οὗτος ἦν τῆς οὐσίας ὁ κληρονόμος, οὗτος τῆς ἐμῆς ἀθυμίας ἡ παραμυθία, οὗτός μου ἦν τοῦ γήρους ἡ βακτηρία, οὗτος τῆς πατρίδος τὸ καύχημα, οὗτος τῆς ἐμῆς ῥίζης ὁ κλάδος, ὅλος τῷ εἴδει φαιδρὸς ὑπάρχων, ὅλος προσηνὴς καὶ ἐπιδέξιος, εὐπροσήγορος, ἐπιθυμητὸς τοῖς ἰδίοις καὶ τοῖς ξένοις, τοῖς ὁρῶσι καὶ τοῖς ἀκούουσιν· οὗτος ὁ τοσοῦτος ἐξαίφνης ἀνάρπαστος τῶν ἐμῶν χειρῶν ἐπήρθη, καὶ ὁ πρὸ μικροῦ ὁρώμενος, οὐ πάρεστι θεωρούμενος, ἀλλὰ καταλιπὼν τὸν γεννήσαντα, ἀπῆλθε πρὸς τὸν πλάσαντα· ἐάσας με τὸν θρέψαντα, ἐπορεύθη πρὸς τὸν καλέσαντα· χωρισθεὶς σπλάγχνων μητρὸς, κατῆλθεν εἰς μνῆμα γῆς τῆς πάντων μητρός.

Οὐ μὴ κλαύσω τοῦτον, εἰπέ μοι; μὴ θρηνήσω, μηδὲ ὡς κόρην ὀφθαλμοῦ ζητήσω; Οὐ δύναμαι, φησὶν, οὐ δύναμαι· κἂν γὰρ μυρία εἰσενέγκῃς μοι δόγματα, κἂν μυριάκις παραινεῖν δοκιμάσῃς τοῦ μὴ θρηνεῖν γονεῖς τὰ ἑαυτῶν τέκνα, οὐ πεί60.729 σεις, διὰ τὸν Θεὸν τὸν ὁρίσαντα οὕτω, καὶ τὸν δεσμὸν τῆς φύσεως συνδήσαντα, καὶ τὸ πῦρ πρὸς τὰ τέκνα περὶ τῶν σπλάγχνων τῶν γονέων ἐνθήσαντα. Οὐ τοῦτο λέγω, ἄνθρωπε, οὐδὲ τοῦτο νομοθετῶ, μηδὲ ὅλως δακρύειν ἐπὶ τοῖς τέκνοις· κἂν γὰρ εἴπω, ἀδύνατον λέγω. Καὶ γὰρ κἀγὼ νόμοις φύσεως πείθομαι, καὶ τῷ καιρῷ τῆς συμπαθείας οὐκ ἀντιτάσσομαι· ἐπεὶ κἀγὼ βροτὸς, ἐπεὶ κἀγὼ ἐκ μητρὸς γεγένημαι, καὶ τῆς αὐτῆς ὑπάρχω φύσεως. Οἶδα πατέρων τὸν ὀδυρμὸν, οἶδα μητέρων τὸν στεναγμὸν, οἶδα αὐτῶν τὴν θάλασσαν τῆς ἀθυμίας, οἶδα αὐτῶν τῆς ταραχῆς τὴν ἀδημονίαν· ἐπίσταμαι τὴν ἔνδον αὐτῶν ἐπὶ τέκνοις φαντασίαν, πῶς ὡς παρόντα τὸν οὐ παρόντα παῖδα ἐν ἑαυτοῖς ἀναζωγραφοῦσι, τὴν ἐκείνων εἰκόνα σὺν δάκρυσιν ἐννοούμενοι, τὰ ἐκείνων ἤθη καὶ ῥήματα καὶ πράγματα πάντα κατ' ὀφθαλμοὺς τιθέντες. Ἀλλ' ὁ Ἰὼβ ὁ θαυμάσιος οὐχ οὕτως· ἐκείνου γὰρ τῶν τέκνων καὶ παίδων καὶ βοῶν καὶ καμήλων καὶ πάντων τῶν προσόντων αὐτῷ πρὸς ὄλεθρον γενομένων, οὐκ ἐθορυβήθη, οὐκ ἐδυσφήμησεν, ὡς οἱ πολλοὶ, ἀλλ' ἀνίστατο, καὶ εἰς τὴν γῆν πεσὼν, ἐξ ἧς ἐλήφθη, τῷ ∆εσπότῃ προσκυνῶν ἔλεγεν· Αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ. Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξε, οὕτω καὶ ἐγένετο. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. ∆οῦλός εἰμι, καὶ ὑπόκειμαι, καὶ τῷ ποιήσαντι οὐκ ἀντιτάσσομαι· οὐ γὰρ ξένον τὸ πρᾶγμα· τέθνηκαν οἱ παῖδες. ἀλλ' οὐκ ἀπόλωλαν. Ποῖος γὰρ ποιμὴν οὐκ ἐξουσιάζει ἐν τῷ ποιμνίῳ αὐτοῦ; Ὁ ποιμὴν ὁ καλὸς ἐξελέξατο τὰ πρόβατα αὐτοῦ. Μικρὸν, καὶ ἡμεῖς ἀπερχόμεθα. Τοῦτον καὶ ἡμεῖς μιμησώμεθα, καὶ μὴ οὕτως ἀμέτρως ὀδυρώμεθα. Ὡς πιστοὶ κλαύσωμεν, καὶ μὴ ὡς ἄπιστοι ἀσχημονήσωμεν· ὡς ὁ Χριστὸς τὸν Λάζαρον ἔκλαυσεν, οὕτω κλαύσωμεν· σοὶ γὰρ μέτρα καὶ ὅρους δεικνύων, ἐδάκρυσε. Πῶς γὰρ δακρύειν ἔχρησεν, ὃν μετ' ὀλίγον ἐγείρειν ἔμελλεν; Ἀλλ' ἵνα σὺ μάθῃς μέχρι πόσου δακρύειν, ἵνα καὶ τὸ τῆς φύσεως συμπαθὲς ἐνδειξώμεθα, καὶ τὴν τῶν ἀπίστων μίμησιν ἀποκρουσώμεθα· λοιπὸν δὲ κἀκεῖνο