6
προοδοποιήσεις σου τῇ ἱκετηρίᾳ, ἀλλὰ καὶ τὸν ἀκούοντα Θεὸν εὐφρανεῖς, ἄξιόν τι τῶν αὐτοῦ ἐπιταγμάτων αἰτῶν· διὸ καὶ ῥᾳδίως ἐπινεύσει. Τοῦτο ἄξιον τῆς υἱοθεσίας ἐκείνης· τοῦτο μάλιστα τὸν χαρακτῆρα ἐκεῖνον δείκνυσι. Γίνεσθε, φησὶν, οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ πάλιν, Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς. Τί τοίνυν ταύτης τῆς εὐχῆς ἴσον; Αὕτη οὐκ ἀγγέλοις, οὔτε ἀρχαγγέλοις, ἀλλ' αὐτῷ τῷ Βασιλεῖ ὅμοιον ποιεῖ. Ὁ δὲ τῷ Βασιλεῖ ὅμοιος γενόμενος κατὰ τὸ ἐγχωροῦν, ἐννόησον ὅσης ἀπολαύσεται τῆς παῤῥησίας ἐν ταῖς εὐχαῖς. Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; Ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος; Πρὸς τίνας ἀποτείνει τὸν λόγον, καὶ ποιεῖται τὴν ἐπιτίμησιν, καὶ ἐπάγει τὴν συμβουλήν; τίνας υἱοὺς ἀνθρώπων καλεῖ; Τοὺς ἐν πονηρίᾳ ζῶντας, τοὺς πρὸς κακίαν ἐπιῤῥεπεῖς. Τί δή ποτε; ἡμεῖς γὰρ οὐχ υἱοὶ ἀνθρώπων; τῇ φύσει μὲν ἀνθρώπων υἱοὶ, τῇ χάριτι δὲ οὐκ ἔτι, ἀλλ' υἱοὶ Θεοῦ. Εἰ γοῦν καὶ τὴν εἰκόνα τὴν κατ' ἀρετὴν τὴν πρὸς αὐτὸν διατηρήσαιμεν, ἀκέραιον ἡμῖν ἔσται τὸ δῶρον· τοὺς γὰρ γενομένους υἱοὺς Θεοῦ διὰ τῆς χάριτος, καὶ διὰ τῆς πολιτείας ταύτην δεῖ χαρακτηρίζειν τὴν εἰκόνα. Ὅτι δὲ τοὺς βιωτικωτέρους, καὶ πρὸς κακίαν ῥέποντας, υἱοὺς ἀνθρώπων καλεῖ, ἄκουσον· Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων. Καὶ μὴν τὸ ἐναντίον, φησὶν, εἴρηκας. Οὐδαμῶς· υἱοὺς γὰρ Θεοῦ ἐνταῦθα ἐκάλεσε τοὺς πρὸ τούτου ἐξ ἐναρέτων ὄντας ἀνδρῶν, καὶ τῆς τοῦ Θεοῦ τιμῆς ἀπολελαυκότας, εἶτα μεταβαλλομένους, καὶ γεγονότας χείρους, καὶ προδεδωκότας αὐτῶν τὴν τιμήν. Ὥστε γὰρ αὐξῆσαι αὐτῶν τὴν κατηγορίαν, ἀνεμνήσθη αὐτῶν τῆς τιμῆς, μέγιστον εἰς ἐγκλήματος ὑπόθεσιν δεικνὺς ὂν, τὸ τοιούτους ὄντας, καὶ ἐκ τοιούτων, πρὸς τοιαύτην κατενεχθῆναι κακίαν. Καὶ πάλιν ὁ Θεός· Ἐγὼ εἶπα, Θεοί ἐστε, 55.47 καὶ υἱοὶ Ὑψίστου πάντες. Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε. Καὶ θέα τοῦ Προφήτου τὴν σύνεσιν. ∆είξας πρότερον τοῦ Θεοῦ τὴν ἰσχὺν, καὶ τὸ εὔπορον, καὶ τὸ εὐμήχανον, καὶ τὸ χρηστὸν, καὶ τὸ φιλάνθρωπον, ὅτι ἐν θλίψει πλατύνει, ὅτι ἐλεῶν ἐπινεύει· εἶτα ἐννοῶν τὴν κεχυμένην ἐν ἀνθρώποις κακίαν, καὶ τῆς ἀσεβείας τὴν τυραννίδα, καθάπερ ἀποπνιγόμενος ἀπὸ τῆς ἀθυμίας, τρέπει τὸν λόγον πρὸς τοὺς ἐν πονηρίᾳ ζῶντας, μονονουχὶ λέγων, ὅτι Τοιοῦτον ἔχοντες Θεὸν, οὕτω χρηστὸν, οὕτω φιλάνθρωπον, οὕτω δυνατὸν, πῶς εἰς ἀσέβειαν ἐξεκλίνατε; Καὶ ὅρα τὴν παραίνεσιν, πόσης μετὰ τοῦ θυμοῦ γέμει καὶ τῆς προσηνείας, πόσης τῆς φιλοσοφίας. Τί γάρ φησιν; Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; Ἐνταῦθα σφόδρα ἐστὶ καθαπτομένου καὶ ἀπὸ τοῦ χρόνου. Εἰ γὰρ τὸ ἐξ ἀρχῆς μὴ συνιδεῖν τοῦ Θεοῦ τὴν εὐεργεσίαν ἔγκλημα, ποίαν ἕξει συγγνώμην τὸ μέχρι τοσούτου πρὸς τὴν ἀλήθειαν τυφλώττειν; Τί δέ ἐστι, Βαρυκάρδιοι; Παχυκάρδιοι, σαρκικοὶ, τῇ γῇ προσηλωμένοι, κακίαν διώκοντες, πονηρίαν μετιόντες, ταῖς ἡδυπαθείαις κατασηπόμενοι· τοιοῦτος γὰρ ὁ σαρκικὸς ἄνθρωπος. Καὶ διαβάλλων αὐτῶν τὸν βίον, δείκνυσι τὴν πηγὴν τῆς ἀσεβείας, δηλῶν ὅτι τοῦτο μάλιστά ἐστι τὸ πρὸς τὰ δόγματα αὐτοῖς ἐμποδίζον τὰ ὑψηλά. Οὐδὲν γὰρ οὕτω βαρεῖαν καρδίαν ποιεῖ, ὡς ἐπιθυμία πονηρὰ, καὶ ἡ πρὸς τὰ βιωτικὰ συμπάθεια, καὶ τὸ προσηλῶσθαι τῇ γῇ. Τὴν τοιαύτην οὐκ ἄν τις ἁμάρτοι πηλίνην καρδίαν προσειπών· διὸ καὶ βαρεῖαν αὐτὴν ἐκάλεσε· καὶ τῶν κακῶν αἴτιον τοῦτο ἔφησεν εἶναι, ὅτι ἡνιόχου τάξιν ἐπέχουσα, οὐ μόνον οὐ κατέχει τὸν ἵππον ταῖς ἡνίαις, ἀλλὰ καὶ αὐτὴ καταφέρεται συρομένη· καὶ δέον πτεροῦν τὴν σάρκα, καὶ μετάρσιον ἐργάζεσθαι, καὶ πρὸς τὸν οὐρανὸν ἀνάγειν, ἡ δὲ συγκαθέλκεται τῷ βαρυτάτῳ τῶν νοσημάτων φορτίῳ. Ὅταν οὖν ὁ ἡνίοχος τοιοῦτος ᾖ, ἢ ὁ κυβερνήτης, ποία σωτηρίας ἐλπίς; Ὥσπερ ὅταν λέγῃ, Εἰ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστὶ,