6
ἁμαρτίας, τὸν δὲ ἁμαρτάνοντα ἀνατρέπει μὴ ἄδικον ἐπιφέρειν κατὰ τοῦ πλησίον κατηγορίαν· ἐλεύθερον δὲ καὶ τὸν καταλαλούμενον τῆς κατηγορίας ἀπεργάζεται· εἰρήνης δὲ βραβευτὴς καὶ φιλίας καθηγητὴς γίνεται, τὴν τοῦ καταλάλου προαίρεσιν μυσαττόμενος. Μάθωμεν καὶ ἡμεῖς τὸ ἔργον μυσαττόμενοι λέγειν· Τὸν καταλα λοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον.
Ἵνα δὲ μάθῃς, ἀγαπητὲ, πῶς ἡ καταλαλιὰ οὐδεμιᾶς ἀληθείας ἐστὶν ἐργάτις, πρόσχες καὶ αὐτῇ τῇ τοῦ ὀνόμα τος προσηγορίᾳ, καὶ τῷ ἐπακολουθοῦντι ῥητῷ τὴν διά κρισιν ποιούμενος. Ἡ μὲν γὰρ καταλαλιὰ κατηγορίας ἐστὶ διδάσκαλος· τὸ δὲ, Λάθρα, τὸ ψευδὲς τοῦ πράγματος καὶ ἀπαῤῥησίαστον ἐπιδείκνυται. Εἰ γὰρ ἀληθὲς, καλὸν τὸ εἰς πρόσωπον ἐλέγχειν, καὶ μετὰ παῤῥησίας εἰρηνο ποιεῖν· εἰ δὲ λάθρα, φέρεις τὴν κατηγορίαν ψευδῆ, κακὴν ὑπόνοιαν κατὰ τοῦ πλησίον ἐργαζόμενος, μηδὲ ἐλέγξαι τὰ ὑπὸ σοῦ προφερόμενα δυνάμενος. Καλὸν οὖν ὡς ψεύστην καὶ λωποδύτην τὸν κατάλαλον ἀποδιώκειν, ἵνα μὴ τὴν εἰρηνεύουσαν ψυχὴν ταράσσοντες, πολεμικὴν αὐτὴν πρὸς τὸν πλησίον διὰ τῆς καταλαλιᾶς ἐργαζώμεθα. Τὸν καταλαλοῦντα οὖν λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦ τον ἐξεδίωκον. Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. Ὅτι δὲ ὑπερηφανία μι σητὴ καὶ παρ' αὐτῷ τῷ Θεῷ, ἄκουε τῆς Γραφῆς λεγού σης· Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Καὶ πάλιν ἀλλαχοῦ· Μισητὴ ὑπερηφα νία ἐναντίον. Κυρίου καὶ ἀνθρώπων.
Καὶ, Ἵνα τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Καὶ πολλαχοῦ εὑρή σεις τὴν ὑπερηφανίαν βδελυκτὴν καὶ πάνυ μεμισημένην. Οὕτως οὖν καὶ ἐνταῦθά φησιν, Ὑπερηφάνῳ ὀφθαλμῷ 55.635 καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον· ὡς πάνυ βλαβερωτάτης καὶ ἐπιζημίου τῆς ὑπερηφανίας οὔσης, οὐ μόνον αὐτῷ τῷ ταύτην ἀνειληφότι, ἀλλὰ καὶ τῷ πρὸς ὀλίγον αὐτὴν ὑποκρινομένῳ. Ἐπισυνῆψε δὲ καὶ τὸν ἄπληστον τῇ καρδίᾳ τῷ ὑπερηφάνῳ, ὡς μιᾶς οὔσης τῆς τῶν ἀμφοτέρων προαιρέσεως, τοῦ τε κατὰ τοῦ πλησίον ἐπαιρομένου καὶ τοῦ ὁμοίως κατὰ τοῦ πλησίον ἀπλη στευομένου.
εʹ. Καλὸν οὖν, ἀγαπητοὶ, ἀποθέσθαι ἡμᾶς τὴν ὑπερηφα νίαν, ἀναλαβεῖν δὲ
τὴν ταπεινοφροσύνην, ἵνα μὴ ἀκούσω μεν, Ὁ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται, ἀλλ' ἀκούσω μεν, Ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται· ἀρκεσθῆναι δὲ καὶ τῇ συμμέτρῳ αὐταρκείᾳ, καὶ μὴ τῇ ἀπληστίᾳ τῆς καρδίας ἐκκλῖναι τῆς δικαιοσύνης, ἵνα μὴ ἀκούσωμεν· ∆ιὰ τὸ πλῆθος τῆς ἀδικίας σου ἀνεκαλύφθη τὰ ὀπίσθιά σου, τοῦ παραδειγματισθῆναι τὰς πτέρνας σου. Ἀποφύγωμεν οὖν καὶ τὴν δίαιταν τῶν ὑπερηφά νων καὶ τῶν ἀπλήστων τῇ καρδίᾳ, ἵνα μὴ τῇ συνηθείᾳ τῆς πρὸς αὐτοὺς κοινωνίας μιμηταὶ τῆς κακίας αὐτῶν γενώμεθα. Ἀσκῶμεν οὖν τὸ πράττειν καὶ λέγειν· Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. Καὶ ταῦτα ὡς ἐκ προσώπου τοῦ δικαίου λέγεται· πάλιν δὲ ὡς ἐκ προσώπου τοῦ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον τὴν ἀπόκρισιν ποιούμενόν φησιν· Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγ καθῆσθαι αὐτοὺς μετ' ἐμοῦ. Ἀληθῶς γὰρ οἱ ὀφθαλμοὶ τοῦ Θεοῦ ἐπὶ τοὺς πιστούς εἰσι, προσέχοντες αὐτοῖς, ἵνα μὴ ἔξω γένωνται τῆς ἀληθείας. Εἰ δὲ βούλει μαθεῖν ὡς ἀληθές ἐστι τὸ εἰρημένον, κατανόησον τοὺς μακαρίους ἀποστόλους, καὶ βλέπε τούτους πιστοὺς ὄντας τῆς γῆς, τὸ καὶ διὰ τῆς αὐτῶν πίστεως ὅλην τὴν οἰκουμένην πεπληρῶσθαι τὸ κήρυγμα τῆς σωτηρίας. Εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Καὶ γὰρ πᾶσα ἡ οἰκουμένη τῆς αὐτῶν πίστεως μεταλαβοῦσα πεπλήρωται, ἀκένωτον ἔχουσα τὸν πλοῦτον τῆς εὐσεβείας. Οὗτοι οὖν οἱ πιστοὶ συγκαθέζονται τῷ ∆εσπότῃ, ἀκούοντες· Ὑμεῖς δέ οἱ δώδεκα καθίσεσθε ἐπὶ δώδεκα θρόνοις κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ