6
βροντόβραστοι, βριμόβρυχοι, ἀστραπόφρικτοι, 62.752 βελοβυθοθαμβοσεισμοφόνοι γενήσονται. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, καταλαλιὰν μισήσατε, μνησικακίαν βδελύξασθε, ἐλεεῖν πτωχοὺς μὴ παύσησθε, ἐπισκέπτεσθαι ἀῤῥώστους μὴ ὀκνήσητε, φιλαργυρίαν μὴ ποθήσητε, τοὺς ἐν φυλακῇ ἐπισκεπτόμενοι μὴ παύσησθε. Ἐν ταῖς ἐκκλησίαις συναθροιζόμενοι, φόβῳ καὶ τρόμῳ καὶ χαρᾷ τῷ σταυρῷ προσέλθωμεν, καὶ τοὺς ἱερεῖς τιμῶντες μὴ παυσώμεθα. Ἐννοήσωμεν, ὦ ἀγαπητοὶ, τὴν τοῦ σταυροῦ δύναμιν. Τοῦ γὰρ σταυροῦ παγέντος, καὶ Χριστοῦ ἐν αὐτῷ τανυσθέντος, καὶ τὴν ἄχραντον κορυφὴν ἐπ' αὐτὸν κλίναντος, καὶ τῇ λόγχῃ πλευρὰν νυγέντος, καὶ πᾶσαν μὲν τὴν ὑπ' οὐρανὸν ὑπὸ τοῦ φόβου πτερυσσομένην, καὶ εἰς ἐκδίκησιν τοῦ ἐν σταυρῷ σαρκὶ κρεμαμένου ἑτοιμαζομένην, ὑπ' αὐτοῦ δὲ τοῦ σαρκὶ σταυρωθέντος κωλυομένην, ἰδὼν ὁ διάβολος τὰ στοιχεῖα ταρασσόμενα, τὴν ὁπλὴν τῶν ἀνόμων, καὶ τὸν σταθμὸν αὐτῶν, ἦχον βροντῶν καὶ βόμβους αὐτῶν, αἴγλην ἀστραπῶν καὶ δρόμον αὐτῶν, στάσιν βελῶν καὶ τὸ κοῦφον αὐτῶν, θράσος σεισμοῦ καὶ τὸ κράτος αὐτοῦ, πλῆθος ἀγγέλων καὶ τὰς τάξεις αὐτῶν, στιλβότητα πυρὸς καὶ τὴν φλόγα αὐτοῦ, καταιγίδα ὀργῆς καὶ τὸν θυμὸν αὐτῆς, στρατιῶν ὑψιστόλων καὶ τὰς παρεμβολὰς αὐτῶν, ζώων ἁγίων δυνάμεις καὶ τὸ σθένος αὐτῶν, ὑποταγὴν νεφελῶν καὶ τὴν ἀποστολὴν αὐτῶν· ταῦτα θεωρῶν ὁ διάβολος, σπεύσας πρὸς τὸν ᾅδην κατῆλθε, καὶ πύλας καὶ μοχλοὺς ἀσφαλίζεσθαι προσέταττεν. Ἀτενίσας δὲ εἶδεν ἀστραπῶν λαμποδοφόρων οὐσίας πρὸς αὐτὸν κατιούσας, καὶ βροντῶν ὁ βαρύκτυπος ἦχος πρὸς αὐτὸν ἐθρόησε, γνόφος αὐτὸν περιεκύκλωσε, τρόμος στοιχείων ἑαυτὸν ἐτάραξεν, εὐζώνων τάξις προέφθανεν, ἡ γῆ ἐσαλεύετο, αἱ πέτραι ἐῤῥήγνυντο, μοχλοὶ συνετρίβοντο, ἐδονοῦντο στοιχεῖα, ὁ θάνατος ἐκλονεῖτο, λαμπάδες πυρὸς νοητοῦ προηγοῦντο· ταρτάρειος βυθὸς ἐτρομοποιεῖτο, ἡ θάλασσα ἐβορβοροῦτο, τὰ καταχθόνια τῆς ἀβύσσου ἀνεμοχλεύοντο, φωναὶ τῆς κερατίνης ἐνισχύοντο. Ἥλιος ἐσκοτίζετο, καὶ ἦν ἰδέσθαι τὸν οὐρανὸν καὶ τὸ φαινόμενον στερέωμα, τὸν τοῦ κόσμου περίβολον, τὸν τῆς κτίσεως ὄροφον, τὴν τῆς πανδήμου οἰκίας κεράμωσιν, τὴν ἀπαλαίωτον στέγην, τὴν ὑδατοπαγῆ καμάραν, τὴν κρυστάλλινον φιάλην, τὴν ὁμαλὴν ὑποχάρτωσιν, τὴν χρυσογράμματον βίβλον, τὴν ἀργυρώνητον τοῖς ἄστροις, τὸν κυανοβαφῆ θάλαμον, τὸν πυρσοφόρον παστὸν, ἐν ᾧ ἥλιος καὶ σελήνη, ὡς νυμφίος καὶ νύμφη, προκάθηνται. Καὶ ὁ μὲν οὐρανὸς ἀντὶ αἴγλης σκότος περιεβάλλετο, ποταμοὶ δὲ καὶ αἱ πηγαὶ καὶ λίμναι τὸ νᾶμα συστέλλειν ἠπείγοντο, νεύματι δὲ τοῦ σταυρωθέντος Χριστοῦ τὰ ῥεῖθρα προβάλλειν ἐκελεύοντο· ζοφερὰ δὲ φάλαγξ καὶ παράταξις τῶν δαιμόνων ἐφυγαδεύετο.
Πᾶσα δὲ τάξις ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν λειτουργικῶν δυνάμεων φόβῳ καὶ τρόμῳ ἐκλονοῦντο, θεωροῦσαι τὸν ἄχρονον καὶ ἄφθαρτον καὶ ἀθάνατον Θεὸν τοὺς οὐρανοὺς μὴ λιπόντα, καὶ ὑπὸ γῆν πρὸς τὸν Ἀδὰμ κατιόντα. Καὶ ὁ μὲν ᾅδης ὠδυνᾶτο, καὶ ὁ Βελιὰρ καρωθεὶς τῷ φόβῳ νενέκρωτο, καὶ ὁ θάνατος καπνισθεὶς καὶ βροντοβολισθεὶς τῇ ἀστραπῇ τῆς θεότητος πάντας, ὅσους εἶχε, δικαίους ἐξήμεσε. Τούτων οὕτω γινομένων, ἰδοὺ φωνὴ ἐξήρχετο ἐκ στόματος τοῦ ἁγίου καὶ ἀχράντου καὶ ἀθανάτου καὶ ἀοράτου, ζωοδοτοῦσα, καὶ οὐ θανατοφοροῦσα, ἀλλὰ χαρὰν καὶ τρόμον ποιοῦσα· χαρὰν μὲν τοῖς δικαίοις, τρόμον δὲ τοῖς τοῦ σκότους ἄρχουσιν· Ὑμῖν λέγω τοῖς ἐν δεσμοῖς, ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότῳ, ἀνακαλύφθητε. Ταῦτα ἀκούσασαι αἱ ψυχαὶ τῶν δικαίων ἠγαλλιάσαντο, καὶ ὁ χορὸς τῶν προφητῶν γεγηθότες ἔψαλλον· Ὁ Θεὸς ἡμῶν ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. Πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά. Καὶ τῶν ὁσίων αἱ ψυχαὶ τῶν δεσμῶν λυθεῖσαι σὺν τῷ Ἀδὰμ συνεξῄεσαν, οἱ μὲν προφῆται τὸν διάβολον καταπαίοντες, καὶ οἱ δίκαιοι ῥαπίζοντες, οἱ δὲ ὅσιοι ἐμπτύοντες αὐτὸν κατεγέλων· ἡ δὲ φάλαγξ τῶν δαιμόνων κάρας γόνασι θέμενοι, τὰς ἐν χερσὶ τῶν προφητῶν κιννύρας καὶ φόρμιγγας, καὶ τυμπάνων ᾠδὰς ἐνηχοῦντο,