1

 2

 3

 4

 5

 6

 7

 8

4

λύσις· σταυρὸς ἐξορίας ἀνάκλησις, καὶ αἰχμαλώτων λύτρωσις· σταυρὸς πλανωμένων ἐπιστροφὴ, καὶ πιπτόντων ἔγερσις· σταυρὸς σωζομένων δύναμις, καὶ ἀῤῥωστούντων ἴασις· σταυρὸς προκοπὴ δικαίων, καὶ παῤῥησία μαρτύρων· σταυρὸς ἀποστόλων κήρυγμα καὶ προφητῶν ἀγαλλίαμα· σταυρὸς κήρυγμα διδασκάλων, καὶ μοναζόντων ἔπαινος· σταυρὸς βραβεῖον εἰρήνης, καὶ ὁμονοίας κλήτωρ· σταυρὸς οὐρανίων καὶ ἐπιγείων σύνδεσμος, καὶ τῶν καταχθονίων ἐκσυλευτής· σταυρὸς κτίσεως ἁγιασμὸς, καὶ οὐρανίων ἀγαθῶν πάροχος· σταυρὸς ἑορταζόντων πανήγυρις, καὶ ἀῤῥαβὼν υἱοθεσίας, καὶ βασιλείας οὐρανῶν κληρονόμος. Καὶ τὸ δὴ θαυμαστότερον, ἀγάπης τοῦ Θεοῦ καὶ Πατρὸς περὶ ἡμᾶς σύμβολον μέγιστον ἔνδειξίς τε τοῦ Υἱοῦ μέχρι θανάτου θειοτέρας ὑπακοῆς καὶ σοφίας τοῦ Πνεύματος. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν μονογενῆ αὐτοῦ Υἱὸν ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων ἐπ' αὐτὸν, μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Ὁ δὲ υἱὸς γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, δέδωκεν ἡμῖν τῆς κατὰ τοῦ θανάτου νίκης τρόπαιον, ἵνα σὺν αὐτῷ διὰ τῆς σοφίας τοῦ Πνεύματος προκαθελόντος ἀρχάς τε καὶ ἐξουσίας, χειρωσώμεθα τὸν ἐχθρὸν, καὶ δήσωμεν τὸν ἰσχυρὸν, καὶ διαρπάσωμεν αὐτοῦ τὰ σκεύη, καὶ λοιπὸν ἀφόβως ἐργασώμεθα τὸν παράδεισον τοῦ Θεοῦ, καὶ τὸν θησαυρὸν ἀνορύξωμεν τοῦ ἀγροῦ, καὶ τὸν πολύτιμον ἐμπορευσώμεθα μαργαρίτην, ἐμπρέπειν τὴν σφραγῖδα μέλλοντα τοῦ σταυροῦ, καὶ τὴν ἡμέραν τῆς κτίσεως.

Ὥσπερ γὰρ τοῦ Χριστοῦ τότε κρεμαμένου, ἐῤῥάγησαν οἱ τάφοι, καὶ ὁ ᾅδης ἠνεῴχθη, καὶ αἱ πέτραι διεῤῥήγνυντο, μοχλοὶ συνετρίβοντο, ἐδονοῦντο στοιχεῖα, καὶ ἀνίσταντο οἱ νεκροὶ, καὶ ἐξήλλοντο αἱ ψυχαί· οὕτω καὶ σήμερον σταυροῦ προκειμένου, φυγαδεύεται ὁ διάβολος, δραπετεύουσι δαίμονες. Ἐπὶ γὰρ σταυροῦ ὕψωσε τὴν σάρκα, ἵνα φανῇ ἡ σὰρξ ὑψουμένη, καὶ θάνατος πεπτωκώς. Σήμερον σταυρὸς προσκυνεῖται, καὶ τῶν προφητικῶν φωνῶν ἡ σφραγὶς τετέλεσται. ∆ιὰ σταυροῦ γὰρ ἐλύθη δεσμῶν, ἅπερ ἐχάλκευσεν ὁ ὄφις ἐν παραδείσῳ, καὶ ἐστόμωσεν ὁ Ἀδὰμ, καὶ ὤξυνεν ἡ Εὔα· διὰ σταυροῦ ὁ λῃστὴς ἐτυμβωρύχησε τὸν παράδεισον. Ποῖος γὰρ οἶκος, ὁ μὴ ἔχων τὸν σταυρὸν θεμέλιον; ποῖον πλοῖον, τὸ μὴ πηδαλιουχούμενον ὑπὸ τοῦ σταυροῦ; ποία πόλις, ἡ μὴ ἔχουσα τὸν σταυρὸν φρούριον; ποῖος βασιλεὺς, ὁ μὴ ἀναδεσμούμενος τοῦ σταυροῦ βακτηρίαν; ποία Ἐκκλησία, ἡ μὴ ἔχουσα τὸν σταυρὸν τροπέγγυον, καὶ τούτῳ τετειχισμένη; ποία χήρα, ἡ μὴ ἔχουσα τὸν σταυρὸν βακτηρίαν; ποῖος ὀρφανὸς, ὁ μὴ ἔχων ἀρωγὸν τὸν σταυρόν; Σταυρὸς ἐν νυκτὶ φωτίζει, τὴν ἡμέραν λαμπαδουχεῖ, τὰς ψυχὰς λαμπρύνει, χειμῶνας συμφορῶν παύει, συζυγίαν συσφίγγει, ὀρφανοὺς ἀνατρέφει. Τοῦτο τῆς οἰκονομίας τὸ πέρας, τοῦτο τοῦ σταυροῦ τὸ κατόρθωμα, τοῦτο τοῦ πάθους τὸ τρόπαιον, τοῦτο τῶν ἑορτῶν τὸ κεφάλαιον. Οὗτος τῆς Παλαιᾶς ∆ιαθήκης ὁ θησαυρὸς, οὗτος τῶν Εὐαγγελίων ὁ τίμιος μαργαρίτης, οὗτος τῆς βασιλείας ὁ πολυτίμητος στέφανος, πάντα λόγον καὶ διήγησιν ὑπεραίρων. Τότε γὰρ, φησὶ, φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ. Τότε, πότε; Ὅτε αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, ὅτε μετὰ τῶν ἀγγέλων αὐτοῦ ὁ μονογενὴς Υἱὸς τοῦ Πατρὸς ἐλεύσεται κρῖναι ζῶντας καὶ νεκρούς. Τότε γὰρ οἱ τῷ σημείῳ διαπρέποντες τῷ βασιλικῷ, καὶ τὸν πολύτιμον ἑαυτοῖς κτησάμενοι μαργαρίτην, καὶ τὸ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν κάλλος διασώσαντες, ἐν νεφέλαις εἰς οὐρανὸν ἁρπαγήσονται. Ὁ γὰρ Κύριος καὶ Θεὸς Ἀποστέλλει τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης, καὶ συνάξουσι τοὺς ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἕως 62.751 ἄκρου αὐτοῦ.

Ταῦτα ὁ εὐαγγελιστὴς Ματθαῖος περὶ τῆς ἐσομένης τοῦ Υἱοῦ τοῦ Θεοῦ δευτέρας ἐλεύσεως, καὶ τοῦ προηγουμένου σταυροῦ. Τὸ δὲ νῦν τελούμενον τύπος ἐστὶ τοῦ μέλλοντος ἐναργής. Ἰδοὺ γὰρ προτίθεται σταυρὸς ἐπὶ τῆς γῆς, καὶ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν καὶ γένος ἀνθρώπων, καὶ ἡλικία πᾶσα τῷ σημείῳ τοῦ σταυροῦ