1

 2

 3

 4

 5

 6

 7

 8

7

ᾄδουσας τὸν νικηφόρον. Τίς οὖν μὴ θαυμάσῃ τὴν δύναμιν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ; Ὢ ὄνομα σταυροῦ, τὸ ἀπόκρυφον μυστήριον· ὢ χάρις ἀνέκφραστος, καὶ δύναμις ἀνεξιχνίαστος. Ἀλλὰ καιρὸς λοιπὸν τῇ φρικτῇ τραπέζῃ προσελθεῖν, καὶ τῇ ἀναιμάκτῳ θυσίᾳ προσιέναι.

∆ιὰ τοῦτο κἀγὼ μετὰ τῆς προσηκούσης σωφροσύνης καὶ νήψεως αὖθις μικρά τινα 62.753 ἐγκώμια προσθήσας τῷ ζωοποιῷ σταυρῷ, καταπαύσω τὸν λόγον. Χαίροις, πάμφρικτε καὶ ζωοδότα σταυρὲ, φέγγος γλυκερὸν, καὶ ἀειφανὴς ἥλιος· χαίροις, τίμιε καὶ σεβάσμιε σταυρὲ, ὁ τὰς τῶν θελγομένων ψυχὰς ἐπιστρέφων, τὰς δὲ τῶν ἀνόμων ψυχὰς ὀλοθρεύων· χαίροις, ἀξιάγαστε σταυρὲ, ὁ ὁδοὺς δικαίων φαίνων, τρίβους δὲ ἀσεβῶν φλέγων· χαίροις, τρισόλβιε σταυρὲ, ἀγαθῶν χορηγὲ, καὶ τῶν εἰς σὲ ἐλπιζόντων ἀντιλήπτωρ· χαίροις, πανόλβιε σταυρὲ, ὁ τῶν εἰς σὲ προσφευγόντων τεῖχος καὶ σωτηρία· χαίροις, παμφαέστατε σταυρὲ, κινδυνευόντων λυτρωτὰ, καὶ ἀσθενούντων ἰατρέ· χαίροις, παμμέγιστε σταυρὲ, πασχόντων βοηθὸς, καὶ καταπονουμένων ἔκδικος· χαίροις, παμφώτιστε σταυρὲ, ἀπεριστάτων ἀντιλήπτωρ, πλανωμένων ὁδηγὲ, θλιβομένων βοηθέ· χαίροις, νικοποιὲ σταυρὲ, δεομένων δοτὴρ, καὶ βοώντων ἐπακουστά· χαίροις, ἀήττητε σταυρὲ, προστάτα ἀπρόδοτε, κόσμου συνοχεῦ καὶ πρύτανι· χαίροις, ζωοπύρσευτε σταυρὲ, οἰκουμένης εὐεργέτα, εὐποιούντων ἀνταποδότα· χαίροις, ὑψοποιὲ σταυρὲ, καὶ δούλων σου νικοποιέ· χαίροις, ζωηφόρε σταυρὲ, φίλων εὐεργέτα, Ἰουδαίων λικμήτωρ, ἀσεβῶν κολαστὰ, δικαίων μισθαποδότα· χαίροις, ἀξιοθαύμαστε σταυρὲ, ἱερέων στολιστὰ, μοναζόντων καύχημα, διωκομένων ἐπιζητητὰ, τεταπεινωμένων ἀνεῴκτα· χαίροις, ζωοπάροχε σταυρὲ, πτωχῶν ὑψοποιὲ, πεπτωκότων ἔγερσις, ἁμαρτανόντων μακροθυμία, μετανοούντων ὑποδέκτα· χαίροις, πανάγιε σταυρὲ, ἐξομολογουμένων ἱλασμὸς, ἐπιστρεφόντων οἰκτειρητὰ, ὁσίων σου ἐπιλέκτα, ἐχθρῶν σου ὀλοθρευτὰ, Χριστιανῶν ἀγχιστευτὰ, καὶ τῶν Ἐκκλησιῶν οἰκοδόμε, καὶ ὑπὸ πάσης κτίσεως προσκυνούμενε.

Τοῦτο τὸ τίμιον καὶ σεβάσμιον ξύλον ὑπὸ πάντων τιμώμενον προσκυνεῖται· Ἕλληνές τε καὶ βάρβαροι, Μακεδόνες καὶ Θετταλοὶ, Παίονες, καὶ Ἰλλυριοὶ, Ἀθηναῖοι καὶ Ἀργεῖοκαὶ Λάκωνες, Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ Ἀσίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, Κρῆτες καὶ Ἄραβες, Ἰνδοὶ καὶ Αἰθίοπες, καὶ Ὁμηρῖται, καὶ πάντες οἱ λοιποὶ τῶν ἐθνῶν, ὅσους ὁ ἥλιος ἐφορᾷ, τὴν ἑαυτῶν καταλιπόντες ἀπάτην, τῷ σταυρῷ σημειούμενοι προσκυνοῦσι, φεύγοντες τὰς πολυπλόκους σειρὰς τοῦ διαβόλου. ∆ιὰ σταυροῦ γὰρ ἀνέῤῥηξεν ὁ Χριστὸς τὴν τοῦ Βελιὰρ ἀχόρταστον κοιλίαν, καὶ συνέλυσεν αὐτοῦ τοὺς σαρκοβόρους ὀδόντας, τῷ στερεμνίῳ αὐτοῦ σταυρῷ συγκλάσας παρέλυσεν αὐτοῦ τὰ νεῦρα, καὶ συνέθλασεν αὐτοῦ τὰ ὀστᾶ· περιέσχισεν αὐτοῦ τὴν στολὴν, καὶ κατέτιλεν αὐτοῦ τὴν κόμην, θρῆνον καὶ πένθος σκοτεινὸν καὶ 62.754 ἀτελεύτητον ἀπέῤῥιψεν αὐτῷ· ἐξέσβεσεν αὐτοῦ τοὺς ἀναιδεῖς ὀφθαλμοὺς, κατῄσχυνεν αὐτοῦ τὸ ἄτιμον πρόσωπον, ζιβύναις ὀξέσιν ἐλογχοβόλησεν αὐτὸν, τριστόμῳ ῥομφαίᾳ κατεκέντησεν αὐτὸν, διεσκόρπισεν αὐτοῦ τὰς ἐλπίδας, ἐξηρεύνησε τὰς κεκρυμμένας νοσσιὰς αὐτοῦ, καὶ ἐλίκμησε παντὶ ἀνέμῳ τὰς ἐνθήκας αὐτοῦ. Ἠδάφισε τὰ ἀνηλεῆ τῶν δαιμόνων αὐτοῦ τέκνα καὶ ἔκγονα, κατέσβεσε πυρὶ ἀσβέστῳ τὰ χειροποίητα αὐτοῦ ξόανα, ἐβαράθρωσε τὴν στρωμνὴν αὐτοῦ, ἀνεμόχλευσεν αὐτοῦ τὰ σκοτεινὰ ταμεῖα, ἐξηδάφισεν αὐτοῦ τὰς πόλεις, καθεῖλε τὰ τείχη τῆς ἀνομίας, ἀνεπέτασε τὰς πύλας τοῦ ᾅδου, συνέτριψε τοὺς ἀδαμαντίνους μοχλοὺς, καὶ πάντας τοὺς εἰς αὐτὸν πιστεύσαντας λύσας, καὶ μεθ' ἑαυτοῦ λαβὼν εἰς οὐρανοὺς πρὸς τὸν Πατέρα, ὡς γίγας, ἀνέδραμε, καθά φησιν ὁ προφήτης· Ἀγαλλιάσεται, ὡς γίγας, δραμεῖν ὁδόν. Τούτῳ τῷ σημείῳ ἐχθροὶ φυγαδεύονται, τούτῳ τῷ σημείῳ τείχη τῶν ὑπεναντίων πίπτουσι, δαίμονες