1

 2

 3

 4

 5

 6

 7

 8

8

ὀλέσκονται, πάντα ὑποτάσσονται τῷ ξύλῳ τοῦ σταυροῦ διὰ τὴν δύναμιν τοῦ ἐν αὐτῷ σταυρωθέντος.

Καὶ οὐ μόνον νῦν νικᾷ ὁ τύπος τοῦ σταυροῦ τοὺς ὑπεναντίους, ἀλλὰ καὶ πρὸ τούτου ἐνίκα καὶ ὑπερίσχυε. Καὶ γνῶθι τοῦ τύπου τὴν δύναμιν. Ἡ ῥάβδος Μωϋσέως τύπον ἔφερε τοῦ σταυροῦ· ἡ δὲ ῥάβδος ἦν ὁ σταυρός. Ὅρα δέ μοι τὸν τύπον τοῦ σταυροῦ, πόσα τέρατα καὶ σημεῖα εἰργάσατο, τοῖς μὲν ὑπεναντίοις κακὰ, τοῖς δὲ πιστοῖς καλά. Καὶ τοὺς μὲν ποταμοὺς τῶν Αἰγυπτίων ὁ Μωϋσῆς διὰ τῆς ῥάβδου εἰς αἷμα μετέβαλε, καὶ ἀκρίδα καὶ βροῦχον καὶ χάλαζαν, σκότος ψηλαφητὸν καὶ θύελλαν, καὶ θῖνα τῶν πρωτοτόκων διὰ τῆς ῥάβδου αὐτῆς ἐπήγαγεν· ὅπου γὰρ ἐπένευσεν ἡ ῥάβδος, ἐκεῖ καὶ τρόπαιον ἵστατο. ∆ιὰ τῆς ῥάβδου ἀνεκαλέσατο ὁ Θεὸς τὸ γένος τῶν Ἑβραίων ἐκ πικρᾶς δουλείας, καὶ σταυροῦ τύπος ἦν αὐτοὺς ὁ σώζων. Ἔγνως, ὦ ἀγαπητὲ, τοῦ τύπου τοῦ σταυροῦ τὴν ἰσχὺν καὶ τὴν δύναμιν· προσκύνησον τὴν ἀλήθειαν τοῦ Χριστοῦ, ἀκούσας τῆς προτυπώσεως τὴν δήλωσιν· σεβάσθητι τῆς ἀληθείας τὴν φανέρωσιν.

Πολὺς οὖν ὁ τοῦ σταυροῦ λόγος, καὶ ἀνέκφραστος ἡ τούτου δύναμις. Οἱ προσκυνοῦντες τὸν σταυρὸν πόθῳ καὶ πίστει, ἔγνωσαν τὴν ἐν αὐτῷ ἰσχὺν, καὶ τροποῦνται τὸν διάβολον. Παντοδύναμος γὰρ ὁ σταυρὸς τοὺς πάντας εὐεργετῶν, ὑπὸ πάντων προσκυνεῖται. Κύριος γάρ ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν ἐν αὐτῷ προσηλωθεὶς, καὶ σώσας τὸν κόσμον· ᾧ παρ' ἡμῶν πᾶσα πρέπει καὶ ἐποφείλεται τιμὴ, δόξα καὶ εὐχαριστία σὺν τῷ ἀνάρχῳ Πατρὶ, ἅμα τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.