1

 2

 3

 4

 5

 6

 7

 8

5

κατασφραγίζεται, ἄρχοντές τε καὶ ἀρχόμενοι, δεσπόται καὶ δοῦλοι, ἄδοξοί τε καὶ ἔνδοξοι, σοφοί τε καὶ ἰδιῶται, δυσγενεῖς τε καὶ εὐγενεῖς. ∆εῦτε, προσκυνήσωμεν τὸν ἅγιον βλαστὸν, καὶ γνησιοδίδακτον καὶ δικαιοεύρετον σταυρόν· δεῦτε, εὐλογήσωμεν τὸν ζωοπάροχον καὶ ζωηειρήνευτον καὶ ἅγιον σταυρόν· δεῦτε, προσκυνήσωμεν τὸν ἀκυμαστοθειοισόκριτον, ἱκανοκόσμητον καὶ κυριόλεκτον σταυρόν· δεῦτε, δοξάσωμεν τὸν ἀγγελομαρτύρητον καὶ μονοσέβαστον καὶ οὐρανοπρόβλητον καὶ ἅγιον σταυρόν· δεῦτε, μεγαλύνωμεν τὸν παναγιόριστον, ῥιζοσύνετον, καὶ σοφιστότακτον, καὶ τελειοΰμνητον σταυρόν· δεῦτε, εὐχαριστήσωμεν τὸν ὑψιστόφραστον, καὶ φοβεροχάριτον, καὶ ψυχωφέλιμον, καὶ ὡραιοκόσμητον σταυρόν· δεῦτε, προσκυνήσωμεν μετὰ φόβου καὶ πόθου καὶ πίστεως, καὶ ἁγιασθῶμεν τῇ προσψαύσει τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ. Ἀλλ' οἱ βουλόμενοι νουνεχῶς καὶ νηφόντως τῷ σταυρῷ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προσελθεῖν, καὶ συγχώρησιν ἁμαρτιῶν λαβεῖν, πρὸ μὲν πάντων ἀλήθειαν ἀγαπήσατε, καὶ ἀσέβειαν διώξατε, ἀλλοτρίων πραγμάτων ἐπιθυμηταὶ μὴ γίνεσθε. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, βουλὰς πονηρὰς ἀφ' ὑμῶν ἀποῤῥίψατε, ἐπὶ ὁρκίαν θείως πορεύεσθε, εἰς βόθρον ἁμαρτίας ἑαυτοὺς μὴ ῥίψατε, ἐπιορκίαν καὶ βλασφημίαν πόῤῥω ἀφ' ὑμῶν ἀπώσασθε.

Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, γνόφον ἁμαρτίας μὴ ἐνδύσησθε, ἀλλὰ γνησίως τὰς ἐντολὰς τοῦ Θεοῦ φυλάξατε. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, δόλον ἀπὸ καρδιῶν ὑμῶν ἀποῤῥίψατε, καὶ δυσσέβειαν διώξατε, δανεῖσαι ἐν τόκῳ ἢ ἐν πλεονασμῷ μὴ θελήσητε, τοὺς γονεῖς ἡμῶν ὁλοψύχως τιμήσατε καὶ δοξάσατε καὶ ἀγαπήσατε καὶ ποθήσατε. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, ἐκριζώσατε ἀφ' ἑαυτῶν βουλὰς πονηρὰς, ὁπλίσατε ἑαυτοὺς ἐννοίαις ἀγαθαῖς, ἑτοιμάσατε ἑαυτοὺς εἰς πᾶν ἔργον ἀγαθόν. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, ζῆλον ἀπὸ καρδιῶν ὑμῶν ἀποῤῥίψατε, ζημιῶσαι τὸν πλησίον μὴ ποθήσητε, ζύγια καὶ μέτρα ληψὰ τῶν ἐπιθετῶν μὴ ποιήσητε, ζυγῷ ἀνδρὸς, τουτέστιν, ἀλλοτρίᾳ γυναικὶ, μὴ συγγίνεσθε, καὶ ἀλλήλους ἀγαπῶντες ποθήσατε, ἡδυνθῆναι ἐν κακῷ μὴ θελήσητε, ἔθος πονηρὸν ἀπελάσατε. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, θέας ματαίας καταλείψατε, θυμὸν καὶ ὀργὴν κατασβέσατε, θλῖψαί τινα μὴ ποθήσατε, φόνον ἀπὸ καταπλοκῆς καὶ διάλογον ψευδῆ μὴ ποιήσατε. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, εἰς ψεῦδος μὴ αὐλισθῆτε, καὶ εἰς ἐπιθυμίας αἰσχρὰς καὶ ψυχοβλαβεῖς μὴ τρέπεσθε, ἀλλ' ὁλοψύχως τὰς ἐντολὰς τοῦ Θεοῦ φυλάξατε. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, κρίσιν καὶ δικαιοσύνην ποιήσατε, τὸ καλὸν καὶ ἀγαθὸν ποθήσατε, καὶ εἰς μάχας καὶ ὕβρεις μὴ τρέπεσθε. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, λόγους ἀληθείας λαλήσῃ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, λαγνείαν πᾶσαν βδελύξασθε, καὶ ἀσέλγειαν διώξατε. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, τὴν ἀθέμιτον πρᾶξιν, τὴν βλαβερὰν καὶ ψυχοοικοφθόρον ἁμαρτίαν τῆς μοιχείας μὴ ποιήσατε· γυμνοποιὸς γὰρ καὶ ψυχῆς καὶ σώματος ὑπάρχει ἡ μοιχεία. Μὴ οὖν μοιχεύσῃς, ἵνα μὴ νοθεύσῃς, καὶ τὸ σῶμά σου ἀφανίσῃς, καὶ σεαυτὸν ἀσχημονήσῃς, καὶ τὴν ψυχήν σου κολάσῃς, καὶ τὸ γένος καταισχύνῃς, καὶ τὸν Θεὸν παροργίσῃς.

Μηδ' αὖ πάλιν πορνεύσητε· ἡ γὰρ πορνεία αἴτιος γέγονε τῆς πολυκόσμου καταστροφῆς, ὡς βλαβερὰ καὶ ψυχοανακάλυπτος οὖσα ἁμαρτία. Οἱ βουλόμενοι τῷ σταυρῷ προσψαῦσαι, καὶ τὴν ἐξ αὐτοῦ ὠφέλειαν καρπώσασθαι, μὴ ῥίψωμεν ἑαυτοὺς εἰς τὸν σκοτεινὸν λάκκον τῆς πορνείας, καὶ εἰς τὸ ζοφερὸν φρέαρ τῆς μοιχείας· τὰ γὰρ ξιφηφόρα πρόθυρα τῆς παρανόμου πορνείας, καὶ τὰ πεπυρωμένα βέλη τῆς μοιχείας γεννῶσι τὸν ἀκοίμητον σκώληκα, καὶ τὸ ἄσβεστον πῦρ ἁβροθυμοέγκαυστον ὀργὴν, καὶ ῥιζοτηξοκάρδιον καὶ νευροσύμφορον τίκτει ἡ πορνεία καὶ μοιχεία. Οἱ οὖν τῷ σταυρῷ καταφρονητικῶς καὶ ἀφόβως πλησιάζοντες,