1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

6

τὴν κηλῖδα. Γένοιτο δὲ, ἡμᾶς πάντας ἐνταῦθα ἀποκαθηραμένους ἅπαντα τῶν ἁμαρτημάτων τὸν ῥύπον διὰ τῆς ἐξομολογήσεως, ἐκεῖ τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, τὸ κράτος, καὶ τὰ ἑξῆς.

62.707 ΟΜΙΛΙΑ Βʹ.

Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε, μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν, ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γέ νηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν

εἰς Χριστὸν Ἰησοῦν. αʹ. Οὐκ εὐθέως ἐκ προοιμίων αἰτεῖ τὴν χάριν, ἀλλὰ πρότερον τὸν ἄνδρα

θαυμάσας, καὶ ἐπαινέσας ἐπὶ τοῖς κατορθώμασι, καὶ τῆς αὑτοῦ ἀγάπης δείξας τεκμήριον οὐ μικρὸν τὸ διαπαντὸς αὐτοῦ μεμνῆσθαι ἐν ταῖς προσευχαῖς, καὶ εἰπὼν, ὅτι πολλοὶ ἀναπαύονται πρὸς αὐτὸν, καὶ πᾶσιν ὑπακούει καὶ πείθεται· τότε καὶ αὐτὴν τελευταῖον τίθησι, μάλιστα αὐτὸν δυσωπῶν τούτῳ. Εἰ γὰρ ἕτεροι ἐπιτυγχάνουσιν ὧν δέονται, πολλῷ μᾶλλον Παῦλος· εἰ πρὸ τῶν ἄλλων ἐλθὼν ἄξιος ἦν τυχεῖν, πολλῷ μᾶλλον μετὰ τοὺς ἄλλους, καὶ πρᾶγμα αἰτῶν οὐκ εἰς αὐτὸν ἀνῆκον, ἀλλ' ὑπὲρ ἑτέ 62.708.40 ρου. Εἶτα ἵνα μὴ δόξῃ τούτου ἕνεκεν γράφειν μόνον, μηδὲ εἴπῃ τις, ὡς Εἰ μὴ Ὀνήσιμος ἦν, οὐκ ἂν ἔγραψας, ὅρα πῶς καὶ ἑτέρας αἰτίας τίθησι τῆς ἐπιστολῆς· πρῶτον μὲν τὴν ἀγάπην αὐτοῦ δηλῶν; ἔπειτα δὲ καὶ ξενίαν κελεύων ἑτοιμασθῆναι αὐτῷ. Ἀκούων σου, φησὶ, τὴν ἀγάπην. Θαυμαστὸν τοῦτο, καὶ τοῦ παρόντος ἰδεῖν τοῦτο πολλῷ μεῖζον.

∆ῆλον γὰρ ὅτι ἐκ τοῦ ὑπερβάλλουσαν ταύτην εἶναι, καὶ διάδηλος γέγονε, καὶ μέχρις αὐτοῦ ἔφθασε· καίτοι γε οὐκ ὀλίγον τὸ μέσον ἦν Ῥώμης καὶ Φρυγίας· ἐκεῖ γάρ μοι δοκεῖ εἶναι ἀπὸ Ἀρχίππου. Οἱ γὰρ Κολοσσαεῖς τῆς Φρυγίας εἰσὶ, πρὸς οὓς γράφων ἔλεγεν, Ὅταν ἀναγνωσθῇ παρ' ὑμῖν ἡ ἐπιστολὴ, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων Ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. Αὕτη δὲ τῆς Φρυγίας πόλις ἐστίν. Εὔχομαι, φησὶν, ἵνα ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται. Ὁρᾷς πρότερον αὐτὸν διδόντα ἢ λαβεῖν, καὶ πρὶν ἢ τὴν χάριν αἰτῆ 62.709 σαι, τὴν αὑτοῦ παρέχοντα πολλῷ μείζονα; Ὅπως, φησὶν, ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ὑμῖν εἰς Χριστὸν Ἰησοῦν. Τουτέστιν, ἵνα πᾶσαν ἀρετὴν ἐπέλθῃς, Ἵνα μηδὲν ἐλλειφθῇ.

Οὕτω γὰρ ἡ πίστις γίνεται ἐνεργὴς, ὅταν ἔργα ἔχῃ. Χωρὶς γὰρ ἔργων ἡ πίστις νεκρά ἐστι. Καὶ οὐκ εἶπεν, Ἡ πίστις σου, ἀλλ', Ἡ κοινωνία τῆς πίστεώς σου, συνάπτων αὐτὸν ἑαυτῷ, καὶ ἓν σῶμα δεικνὺς, καὶ τούτῳ μάλιστα αὐτὸν δυσωπῶν. Εἰ κοινωνὸς εἶ, φησὶ, κατὰ τὴν πίστιν, καὶ κατὰ τὰ ἄλλα ὀφείλεις κοινωνεῖν. Χαρὰν γὰρ ἔχομεν καὶ πολλὴν παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ. Οὐδὲν οὕτω δυσωπεῖ, ὡς τὸ τὰς ἑτέρων εὐεργεσίας προφέρειν, καὶ μάλιστα ὅταν ἐκείνων αἰδεσιμώτερος ᾖ. Καὶ οὐκ εἶπεν, Εἰ τοῖς ἄλλοις ποιεῖς, πολλῷ μᾶλλον ἐμοί. Ἀλλὰ τὸ αὐτὸ μὲν ᾐνίξατο, ἑτέρως δὲ αὐτὸ μεθώδευσε προσηνέστερον. Χαρὰν ἔχομεν· τουτέστι, Σύ μοι παῤῥησίαν ἔδωκας ἐκ τῶν εἰς ἑτέρους γενομένων. Καὶ παράκλησιν. Τουτέστιν, οὐ μόνον ἡδόμεθα, ἀλλὰ καὶ παραμυθούμεθα· μέλος γὰρ ἡμῶν ἐκεῖνοι. Εἰ τοίνυν τὴν συμφωνίαν τοσαύτην δεῖ εἶναι, ὡς ἐπὶ ταῖς ἑτέρων ἀναπαύσεσι τοὺς ἄλλους ἐν θλίψεσιν ὄντας, κἂν μὴ τύχωσί τινος, εὐφραίνεσθαι δι' ἐκείνους, ὡς ἑνὸς σώματος εὐεργετηθέντος, πολλῷ μᾶλλον εἰ καὶ ἡμᾶς ἀναπαύσεις. Καὶ οὐκ εἶπεν, Ὅτι εἴκεις, ὅτι πείθῃ, ἀλλὰ καὶ σφοδρότερον