ὑποστάντες. 7.τ Περὶ συναθροίσεως καὶ κινήσεως φοσσάτου καὶ περὶ τοῦ παραχωρεῖν τοὺς πραγματευτὰς εἰσέρχεσθαι καὶ κατασκοπεῖν 7.1 Παρασκευὴν δὲ καὶ κίνησιν μεγάλου φοσσάτου ἀκούων, ἐν ᾧ καιρῷ μάλιστα εἰώθει τὰ μεγάλα συναθροίζεσθαι φοσσᾶτα, ἤγουν τῷ Αὐγούστῳ μηνίἐν γὰρ τῷ τοιούτῳ καιρῷ ἀπό τε Αἰγύπτου, Παλαιστίνης τε καὶ Φοινίκης καὶ τῆς Κοίλης Συρίας πλήθη ἀνήρχοντο ἐν Κιλικίᾳ καὶ ἐν ταῖς χώραις Ἀντιοχείας, τοῦ Χάλεπε, καὶ προσλαμβάνοντες καὶ Ἄραβας τῷ Σεπτεμβρίῳ μηνὶ τὴν κατὰ Ῥωμαίων ἐποιοῦντο ἐξέλευσιν, ἐν τῷ τοιούτῳ τοίνυν καιρῷ, ὅτε ἡ συνάθροισις τοῦ φοσσάτου τῶν πολεμίων μέλλει γίνεσθαι, συνεχέστερον τοὺς τραπεζίτας ἀποστέλλειν ἤτοι τὰ τασινάκια καὶ κατασκόπους πλείστους τῶν χρησίμων καὶ πιστῶν. 7.2 Παραχωρεῖν δὲ καὶ πραγματευτὰς εἰσέρχεσθαι, προσποιεῖσθαι δὲ καὶ φιλίαν πρὸς τοὺς κρατοῦντας ἀμηράδας τῶν ταῖς ἄκραις ἡμῶν παρακειμένων κάστρων, καὶ γράφειν πρὸς αὐτοὺς καὶ ἀνθρώπους μετὰ κανισκίων ἀποστέλλειν, ὅπως διὰ τῆς πολυειδοῦς ταύτης πολυπραγμοσύνης δυνηθῇ σαφῶς ἀναδιδάσκεσθαι τὰς τῶν πολεμίων βουλὰς καὶ μελέτας καὶ τὰ πλήθη τῶν ἐπισωρευομένων φοσσάτων, ἱππέων τε καὶ πεζῶν, καὶ τοὺς τούτων ἀρχηγοὺς καὶ ἐν ποίαις χώραις τὴν ἐπέλευσιν ποιεῖν βούλονται. 7.3 Καταμηνυόμενος δὲ τὴν τοῦ φοσσάτου ἀποκίνησιν καὶ διὰ ποίας ὁδοῦ τὴν ἐξέλευσιν κατὰ Ῥωμανίας ποιεῖσθαι μέλλει, ἐπισυνάγειν ἅπαντα τὰ στρατεύματα καὶ πρὸς τὰς ἄκρας παραγίνεσθαι, ἀποστέλλειν δὲ τουρμάρχην ἐμπειρότατον εἴτε ἕτερόν τινα τῶν μεγάλων καὶ χρησίμων ἀρχόντων μετὰ ἱππέων ἐπιλέκτων προσυπαντῆσαι τοῖς πολεμίοις πρὸ τοῦ τὴν εἰσβολὴν εἰς τὰς ἡμῶν χώρας ποιήσασθαι, ἵνα καὶ ἐπακολουθῶσιν αὐτοῖς καὶ παραμένωσι καὶ τὰς ἀποκινήσεις αὐτῶν τῷ στρατηγῷ καταμηνύωσιν. 8.τ Περὶ παραμονῆς φοσσάτου καὶ ἀκολουθήσεωσ 8.1 Ἡ δὲ παραμονὴ αὐτῶν οὕτως ὀφείλει γίνεσθαι. Τοῦ στρατηγοῦ μετὰ παντὸς τοῦ λαοῦ ἐν ἐπιτηδείῳ καὶ ὀχυρῷ τόπῳ παρατρέχοντος, καὶ τῶν χωρίων διὰ τῶν ἐκσπηλατόρων φυγαδευομένων ἐν τοῖς κάστροις ἤ, μὴ ὄντων κάστρων, ἐν ὄρεσιν ὑψηλοῖς καὶ ὀχυρωτάτοις καὶ ἀνεπιβουλεύτοις, ὁμοίως καὶ πάντα τὰ κτήνη αὐτῶν, δέον ἀποστέλλειν καὶ τὸν ὀφείλοντα παραμένειν ἀπὸ δευτέρας ὥρας ἢ καὶ τρίτης τῆς ἡμέρας. 8.2 Καὶ εὐχὴν λαμβάνοντα τοῦ στρατηγοῦ, ἀναλαμβάνεσθαι τὸν λαὸν 8.2 αὐτοῦ καὶ τοὺς παρασυρτάτους καὶ ὁρμᾶν πρὸς τὴν ὁδόν, καθ' ἣν οἱ πολέμιοι διέρχονται, τὴν ἀποσκευὴν αὐτοῦ καὶ τοὺς παριππαράτους καταλιμπάνων μετὰ τοῦ στρατηγοῦ, μηδὲν ἄλλο ἐπιφερομένους ἢ μιᾶς ἡμέρας τροφήν, καὶ αὐτὴν μετὰ ἐνδείας, ἄρτους μόνους καὶ τυρὸν ἢ καὶ τάριχα, καὶ τὰς τῶν ἵππων καὶ ἡμιόνων ταγάς. 8.3 Εἰς χωρίον δὲ ἀπληκεύων τάς τε χρείας καὶ τὴν τῶν ἀλόγων τροφὴν ἐφευρίσκων, διαναπαυσάτω ἐκεῖσε τὸν λαὸν αὐτοῦ καὶ τὴν τῶν ἀλόγων τροφὴν τῆς ἡμέρας, βίγλας κρατῶν ἐν ὑψηλοτέροις τόποις. Καὶ αὐτὸς ἐκεῖνος ὁ τοῦ λαοῦ ἀρχηγὸς ἐν περιωπῇ ὑψηλοτάτῃ ἀνερχόμενος, ἀποσκοπεῖν καὶ βλέπειν κονιορτοὺς τῶν πολεμίων καὶ καπνούς, καὶ ὡς ἐκ τούτου κατανοεῖν καὶ στοχάζεσθαι ἐν οἷς διέρχονται καὶ ἀπληκεῦσαι μέλλουσιν· ὑπὸ γὰρ τῶν ἐμπείρων ἀνδρῶν καὶ οἱ τόποι ἐφ' οἷς προσήκει ἄπληκτα γίνεσθαι διαγινώσκονται. Ἡνίκα δὲ αἴσθονται τοῦ τόπου ἐν ᾧ ηὐλίσαντο οἱ πολέμιοι, παραυτίκα δηλοῦσι τῷ στρατηγῷ περὶ τούτου. 8.4 Κἀκεῖνος μετὰ τοῦ ἰδίου στρατοῦ, θώρακας ἀμπεχομένων καὶ τὰ λεγόμενα ἐπανωκλίβανα μὴ λευκὰ ὄντα, ἐπὶ χεῖρας ἕκαστος τὸ μεταχειριζόμενον ὅπλον κατέχων, τὴν ὁδοιπορίαν ποιείτω. Τοῦ δὲ ἡλίου ὑποκλίναντος καὶ τῶν εἰς λείαν ἐκ τοῦ φοσσάτου ἐξερχομένων πολεμίων ὑποστρεφόντων πρὸς τὰς σκηνὰς αὐτῶν καὶ τὰ φοῦλκα τὰ τούτους φυλάττοντα, τότε συνεισέρχεσθαι καὶ αὐτὸν καὶ πλησιάζειν τῷ τῶν ἐχθρῶν φοσσάτῳ. Μετὰ σκοποῦ δὲ ὁδοιπορείτω καὶ προσοχῆς ἀκριβοῦς καὶ λαθραίως, καὶ ἑαυτὸν ὑποκρυπτέτω τοῦ μὴ θεαθῆναι παρὰ τῶν πολεμίων. Νυκτὸς δ' ἤδη καταλαμβανούσης πλησίον γενέσθω τοῦ ἀπλήκτου. 8.5 Καὶ εἰ μὲν ἐστὶ βουνὸς