πλασθέντος. Φθάσασα γὰρ εἶπεν ἡ Γραφὴ, ὅτι Ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Ὁ δὲ πλασθεὶς κατ' εἰκόνα Θεοῦ, δῆλον ὡς προκαταβεβλημένην εἶχεν ἐν τῇ φύσει τὴν γνῶσιν τοῦ καλοῦ τε καὶ πονηροῦ· διὸ ἵνα μὴ τῇ αὐτεξουσιότητι κέχρηται καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ γένηται κακὸς ἀθάνατος, ἐξεβλήθη σὺν τῇ Εὔᾳ εἰς τὴν γῆν τῆς κτίσεως αὐτοῦ. Τί γὰρ μετὰ ταῦτα πάντα ἡ θεία Γραφή φησιν; Καὶ ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη· καὶ ἐξέβαλε τὸν Ἀδὰμ καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς καὶ ἔταξε τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην, φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς. 914 [ΙΘʹ] Περὶ τῶν Χερουβὶμ καὶ τῆς ῥομφαίας. Μετὰ τὸ ἐκβληθῆναι τὸν ἄνθρωπον ἔξω τοῦ μακα1277 ρίου χωρίου, ἀκαταμάχητοι φρουραὶ καὶ λίαν ὑπέροπτοι φυλάττειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς ἐτάχθησαν, ὡς μηδένα τοῦ λοιποῦ ἰσχύειν παρελθεῖν ποσὶ βεβήλοις ἐκεῖνον τὸν τόπον· καὶ γὰρ μάχαιρα φλογίνη ἐτέθη ἐκεῖ, ἐπὶ τῷ τὸν πλησιάζοντα, ἐξ ὕλης ὑπάρχοντα, (τῷ) πυρὶ φλεγόμενον ἀναλίσκεσθαι παρ' αὐτὰ καὶ ἀπόλλυσθαι· στρέφεται δὲ ἡ ῥομφαία, ἵνα ἐν τῇ παλιγγενεσίᾳ, ὅτε καὶ αὖθις ὁ ἄνθρωπος οἰκήτωρ γένηται τοῦ παραδείσου, τοὺς μὲν δικαίους φωτίσῃ παρερχομένους ἐπὶ τὸ θεῖον τῆς ἀθανασίας χωρίον, τοὺς δὲ ἀδίκους, εἴγε προσεγγίσαιεν, καταφλέξῃ. Καὶ αὐτόματα πάντα ἡ γῆ ἔφερε πρὸ τῆς παραβάσεως τοῦ Ἀδὰμ καὶ μετὰ τοῦτο· (καὶ ἡ γῆ) μηδὲν φέρειν πόνου χωρὶς ἐξεκελεύσθη. Ἐξελθὼν τοίνυν ὁ Ἀδὰμ σὺν τῇ Εὔᾳ ἐκ τοῦ παραδείσου καὶ συνελθὼν αὐτῇ, ἐγέννησε τὸν Κάϊν, εἶτα τὸν Ἄβελ. ΒΙΒΛΙΟΝ Ηʹ. (208a) Ἑρμηνεία ἐν [συντόμῳ ἀπὸ Ἀδὰμ] ἕως τοῦ νῦν καιροῦ |. [αʹ] Ἀδὰμ ἐγέννησε τὸν Σὴθ, Σὴθ τὸν Ἐνὼς, Ἐνὼςτὸν Καϊνᾶν, Καϊνᾶν τὸν Μαλελεὴλ, Μαλελεὴλ τὸν Ἰάρεδ, Ἰάρεδ τὸν Ἐνὼχ, 915 Ἐνὼχ τὸν Μαθοσαλὰ, Μαθουσαλὰ τὸν Λάμεχ, Λάμεχ τὸν Νῶε, Νῶε τὸν Σήμ. Εἰσὶν οὖν ἀπὸ τοῦ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη β[σ]μβʹ. [βʹ] Μετὰ δὲ τὸν κατακλυσμὸν Σὴμ (208b) υἱὸς Νῶε ἐγέννησε τὸν Ἀρφαξὰδ, Ἀρφαξὰδ τὸν Καϊνᾶν, Καϊνᾶν τὸν Σάλα, Σάλα τὸν Ἔβερ, Ἔβερ τὸν Φαλὲκ, Φαλὲκ τὸν Ῥαγαῦ. Ἐν δὲ ταῖς ἡμέραις Φαλὲκ διεμερίσθη ἡ γῆ· κατὰ τοῦτον ἡ πυργοποιία συνέστη. Μετὰ Φαλὲκ Ῥαγαῦ γεννᾷ τὸν Σεροὺχ, Σεροὺχ δὲ τὸν Ναχὼρ, Ναχὼρ τὸν Θάῤῥα, Θάῤῥα γεννᾷ τὸν Ἀβραάμ. Ὁμοῦ ἔτη (ἀπὸ Ἀδὰμ ἕως Ἀβραὰἔτη) γτιβʹ. [γʹ] Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαὰκ, Ἰσαὰκ τὸν Ἰκὼβ, Ἰακὼβ τὸν Λευῒ, Λευῒ τὸν Κάαθ, Κάαθ τὸν Ἄβραμ, Ἄβραμ τὸν Μωϋσῆν τὸν προφήτην. Μωϋσῆς ἐξάγει τὸν λαὸν ἐξ Αἰγύπτου. Ἀπὸ Ἀβραὰμ ἕως τῆς ἐξόδου ἔτη φθʹ 1280 [δʹ] Ἀπὸ δὲ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἕως ∆αυῒδ ἔτη χμαʹ. [εʹ] ∆αυῒδ (δὲ ὁ βασιλεὺς) ἐγέννησε τὸν Σολομῶντα, κρατήσας τῆς βασιλείας ἔτη μʹ. Σολομὼν ἐγέννησε τὸν Ῥοβοὰμ, βασιλεύσας ἔτη μʹ. Ῥοβοὰμ ἐβασίλευσεν ἔτη ιζʹ, (Ἀβιᾶ ἔτη γʹ), Ἀσᾶ ἔτη μʹ [αʹ], Ἰωσαφὰτ ἔτη λθʹ. Ἐπὶ αὐτοῦ προφητεύει Μιχαίας καὶ Ἡλίας καὶ Ἐλισσεέ. Ἰωρὰμ ἐβασίλευσενἔτη θʹ, Ὀχοζίας ἔτος αʹ, Γοθολία ἡ μήτηρ αὐτοῦ ἔτη ζʹ, Ἰωᾶς ἔτη μʹ, Ἀμασίας ἔτη κθʹ, Ἀζαρίας(ὁ καὶ Ὀζίας) ἔτη νθʹ, Ἰωάθ[αμ] ἔτος αʹ, Ἄχαζἔτη ιʹ, Ἐζεκίας ἔτη κθʹ, Μανασσῆς ἔτη νεʹ. Ἐπὶ αὐτοῦ ἐκτίσθη τὸ Βυζάντιον. Ἀμὼς ἔτη [ι]βʹ, Ἰωσίας λαʹ, Ἰωάχαζ ἔτος αʹ, Ἰωακεὶμ ἔτη ιδʹ,Ἰεχονίας ἔτος αʹ, Ζεδεκίας ἔτη ιδʹ. Τοῦτον ἐκτυφλώσας Ναβουχοδονόσορ, αἰχμάλωτον εἷλε. Καὶ ὁ ναὸς πυρπολεῖται ὑπὸ τοῦ Ναβουζαρδᾶν. Εἰσὶν ἀπὸ ἀρχῆς βασιλείας Σολομῶντος ἕως αἰχμαλωσίας Ἰουδαίων τῆς εἰς Βαβυλῶνα ἔτη φιθʹ. 916 [ʹ] Ναβουχοδονόσορ ἐβασίλευσεν εἰς Βαβυλῶνα ἔτη κδʹ, Οὐλεμαροδὰχ υἱὸς αὐτοῦ ἔτη εʹ, Βαλτάσαρ (καὶ αὐτὸς υἱὸς Ναβουχοδονόσορ) ἔτη γʹ, ∆αρεῖος (ὁ Ἀστυάγης ἐβασίλευσε πρῶτος Περσῶν) ἔτη ιζʹ, Κῦρος ἔτη λβʹ, Καμβύσης ἔτη ιθʹ, ∆αρεῖος ἄλλος ἔτη κζʹ, Ἀρταξέρξης ἔτη λγʹ, ∆αρεῖος ἔτη ιθʹ, Ἀρταξέρξης ὁ Μακρόχειρ ἔτη λδʹ, Ὦχος ἔτη καʹ, Ἀρσίσωχος ἔτη βʹ, ∆αρεῖος Ἀρσάμου ἔτη ʹ. Τοῦτον ἀνελὼν Ἀλέξανδρος ὁ Μακεδὼν καὶ καταλύσας τὴν τῶν Περσῶν ἀρχὴν ἐβασίλευσεν ἔτη ιβʹ καὶ ἐτελεύτησεν ἐν Βαβυλῶνι ἐτῶν λεʹ· ὑπέταξε