1

 2

 3

 4

 5

 6

 7

7

πρῶτον πολεμεῖν τῷ ∆εσπότῃ. Ἐκεῖνος κατήγαγεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ τὸν ἄνθρωπον, ἀπὸ τῶν ὑψηλῶν ἐπὶ τὰ κοῖλα. Ἐπὶ μὲν τῆς ὀρεινῆς ἡ 31.1457 Ἱερουσαλήμ· ἡ δὲ Ἱεριχὼ κάτω ἐν τῇ ἁλμυρᾷ θαλάσσῃ. Εἴ τις ὑμῶν οἶδε τὸν τόπον, οἶδε τῶν λεγομένων τὴν ἀλήθειαν, ὅτι Ἱεριχὼ μὲν ἔχει τὰ κοῖλα τῆς Παλαιστίνης, Ἱερουσαλὴμ δὲ ἐπὶ τῆς κορυφῆς ἐρήρεισται, τὴν ἄκραν κατέχουσα τοῦ ὄρους τοῦ διὰ πάσης ἐκείνης τῆς χώρας ἀνεστηκότος

. Ἀπὸ τοίνυν τῶν ὑψηλῶν ἐπὶ τὰ κάτω ἦλθεν ὁ ἄνθρωπος, ἵνα τοῖς λῃσταῖς περιπέσῃ· τῆς ἀσφαλείας ἐξελθὼν τῆς κατὰ Ἱερου-σαλὴμ, ἵνα εὐάλωτος γένηται τοῖς κατὰ τὴν ἐρημίαν λῃσταῖς, οἳ πληγὰς ἐπέθηκαν, καὶ ἐξέδυσαν. Πρότερον πληγαὶ, καὶ τότε γύμνωσις. Πληγὴ ψυχῆς ἁμαρτία· γύμνωσις ψυχῆς ἀπόθεσις τοῦ ἐνδύματος τῆς ἀφθαρσίας. Ἡ δὲ ἁμαρτία ἀφανιστικὴ τῆς χάριτος τῆς δεδομένης ἡμῖν διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας. Πορνεία, πληγὴ, μοιχεία, ἄλλη πληγὴ, πληγὴ ὁ φθόνος, πληγὴ ἕκαστον τούτων, πληγὴ αὐτὰ τὰ καίρια τύπτουσα, πληγὴ παρὰ λῃστῶν ἐμβαλλομένη, παρὰ δαιμόνων τῶν συνεργούντων ἡμῖν πρὸς τὰς ἁμαρτίας. Μετὰ τὰς πληγὰς ἐξεδύθη ὁ τετυμμένος. Εἰ σωματικὸν ἦν τὸ λεγόμενον, πρότερον ἐξέδυνον φειδοῖ τοῦ ἱματίου, καὶ τότε πληγὰς ἐπετίθεσαν. Ἢ ἐκδύσαντες ἂν, πληγὰς ἐπέθηκαν, ἵνα καὶ τὸ ἱμάτιον διεσώθη, καὶ ὁ τυπτηθεὶς ἐπλήγη. Νῦν μέντοι πληγαὶ τῆς ἐκδύσεως προηγοῦνται, ἵνα μάθῃς, ὅτι ἁμαρτία προηγεῖται τῆς ἀποθέσεως τοῦ χαρίσματος, τοῦ δεδομένου σοι διὰ τῆς τοῦ Κυρίου φιλανθρωπίας. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.