1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

7

ἀσεβείας μισθὸς, ὥστε οὐδὲν ἐκώλυεν ἐντὸς ὀλίγου χρόνου, πᾶ σαν αὐτοὺς ἂν ληΐσασθαι τὴν ὑπὸ Ῥωμαίοις γῆν τε καὶ θάλασσαν, εἰ μὴ θᾶττον πέρας ἐδόθη τοῖς πράγμασι δεξιόν· τοσοῦτον ὑπερέβαλλον λῃστείᾳ καὶ ἀπληστίᾳ τοὺς πρὶν ἑκατοντάχειρας· αἱ δὲ τῶν ἐθνῶν ἀρχαὶ οὐ τοῖς ἐπιεικεστάτοις, ἀλλὰ τοῖς ἀπαν θρωποτάτοις ἐνεχειρίζοντο· καὶ μία ψῆφος ἦν εἰς ἀρχὴν, ἡ παράβασις, καὶ τὸ τυχεῖν τῶν παρ' ἐκείνου δωρεῶν, τοὺς τὰ κάκιστα περὶ ἑαυτῶν βουλευ σαμένους.

Κʹ. Τί δ' ἂν εἰ λέγοιμι δικῶν μεταθέσεις καὶ μετακλίσεις διὰ μέσης νυκτὸς πολλάκις μεταβαλλομένων καὶ περιτρεπομένων, ὥσπερ ἀμπώ τιδας· ἐπεὶ καὶ δικάζειν ὁ γεννάδας ἠξίου, πάντα ἑαυτοῦ διὰ φιλοτιμίαν ποιούμενος; Τάχα ἂν μι κρὰ λίαν ἐγκαλεῖν δόξαιμι, καὶ τὰ μέγιστα τοῖς μι κροῖς καθυβρίζειν. Πλήν γε ὁμολογείσθω, ὅτι οὐκ Ἠλυσίων πεδίων ἄξια ταῦτα, οὐδὲ τῆς Ῥαδαμάνθυος ἐκεῖσε δόξης, ἧς μοίρας ἀξιοῦσιν ἐκεῖνον οἱ 35.689 τῆς αὐτῆς φατρίας τε καὶ τάξεως. Ἓν τῶν ἐκείνου θαυμάζειν ἔχω· πολλοὺς γὰρ τῶν αὐτῷ συνήθων τε καὶ γνωρίμων, ἐκ τῶν κατὰ τὴν Ἀσίαν διατριβῶν μάλιστα, ἐκάλει μὲν κατὰ πᾶσαν σπουδὴν, ὡς δρά σων θαυμάσια, οἷα καὶ ταῖς ἐλπίσιν ἐπτέρου, μεμνη μένους τῶν ὑποσχέσεων· ἐπεὶ δὲ παρεῖεν, τοῦτο ἐκεῖνο αἱ τῶν ψήφων κλοπαὶ, καὶ τῶν ὄψεων ἀπάται· τοὺς μὲν τοὺς δὲ τὸν τρόπον, τοὺς δὲ τὸν διαπαίζων· ἔστι δὲ οὓς καὶ τραπέζῃ φιλοφρονού μενος, καὶ πολὺ τὸ Ἑταῖρε προπίνων, καὶ λαρυγ γίζων ἀντ' ἄλλου τινὸς δελεάσματος, ἀπρά κτους ἀπέπεμπεν, οὐκ ἔχοντας ὅτῳ μέμφονται πλέον, ἐκείνῳ τῆς ἀπάτης ἢ σφίσιν αὐτοῖς τῆς κου φότητος.

ΚΑʹ. Ἐκεῖνο δὲ πῶς οὐκ ἐπαινετὸν τῆς τοῦ φιλοσόφου παιδεύσεως, ὅτι τοσοῦτον ἀόργητος ἦν, καὶ τῶν παθῶν ὑψηλότερος, κατὰ τοὺς πώποτε τῶν βασιλέων ἀτρέπτους καὶ ἀκινήτους, καὶ μηδ' ἂν, εἴ τι γένοιτο, τοῦ προσώπου τι παρατρέψαντας, ἢ πάθους ἴχνος ἐπισημαίνοντας· ὥσθ' ὅτι μὲν βοῶν καὶ σεισμῶν ἐπλήρου τὰ βασίλεια δικάζων, ὥσπερ αὐτὸς ὢν ὁ τυραννούμενος καὶ ζημιούμενος, οὐκ ἄλλοις ταῦτα πάσχουσιν, ἐπαμύνων; Ταῦτα μὲν οὐδὲ λόγου τινὸς ἀξιώσομεν· τοῦτο δὲ τίς ἀγνοεῖ τῶν ἁπάντων, ὅτι πολλοὺς προσιόντας οἷ δημοσίᾳ καὶ τῶν ἀγροικοτέρων, ὥστε τυχεῖν τινος ὧν ἄνθρω ποι βασιλέων δέονται, παίων πὺξ δημοσίᾳ καὶ λὰξ ἐναλλόμενος οὕτω διετίθει κακῶς, ὥστ' ἀγαπᾷν ἐκεί νους τὸ μή τι παθεῖν χαλεπώτερον;

ΚΒʹ. Τὰς δὲ φυσήσεις τε καὶ ἀντιφυσήσεις, ἃς ὁ θαυμάσιος ἐκεῖνος, καὶ τὰ ἡμέτερα διασύρων, τοῖς γραϊδίοις ἀντεπεδείκνυτο, τὸ ἐπιβώμιον πῦρ ἀνάπτων, ποῦ λόγου θήσομεν; Ἢ καλόν γε τοῦ Ῥωμαίων βασιλέως τὰς γνάθους ὁρᾷν ἀσχημονούσας, καὶ γέλωτα πολὺν παρεχούσας, οὐ τοῖς ἔξωθεν μόνον, ἀλλὰ καὶ αὐτοῖς, οἷς ταῦτα ποιῶν ἀρέσκειν ᾤετο. Τὴν Ἀθηνᾶν δὲ οὐκ ἤκουε, τὴν ἑαυτοῦ θεὸν, ὅτι καὶ τοῖς αὐλοῖς κατηράσατο, οἷς ἐνασχημονοῦσαν ἑαυτὴν κατεμάνθανεν, ἀντ' ἐσόπτρου χρησα μένη τῷ ὕδατι. Τὰς δὲ προπόσεις τε καὶ φιλο 35.692 τησίας, ἃς δημοσίᾳ ταῖς πόρναις προὔπινέ τε καὶ ἀντιπροὐπίνετο, ὑποκλέπτων τὸ ἀσελγὲς μυστη ρίου προσχήματι, πῶς οὐ θαυμάζειν ἄξιον;

ΚΓʹ. Ταῦτα τοῖς μὲν ἄλλοις ἡ πεῖρα παρέστησε, καὶ ἡ δυναστεία προλαβοῦσα τὴν ἐξουσίαν· ἐμοὶ δὲ καὶ πόῤῥωθεν τρόπον τινὰ ἑωρᾶτο, ἐξ οὗ τῷ ἀνδρὶ συνεγενόμην Ἀθήνῃσιν. Ἦλθε γὰρ κἀκεῖσε, ἄρτι τῶν κατὰ τὸν ἀδελφὸν αὐτοῦ νεωτερισθέντων, τὸν βασιλέα τοῦτο αὐτὸ παραιτησάμενος. ∆ιττὸς δὲ αὐτοῦ τῆς ἐπιδημίας ὁ λόγος· ὁ μὲν εὐπρεπέστερος, καθ' ἱστορίαν τῆς Ἑλλάδος καὶ τῶν ἐκεῖσε παιδευ τηρίων· ὁ δὲ ἀποῤῥητότερος, καὶ οὐ πολλοῖς γνώρι μος, ὥστε τοῖς ἐκεῖ θύταις καὶ ἀπατεῶσι περὶ τῶν καθ' ἑαυτὸν συγγενέσθαι, οὔπω παῤῥησίαν ἐχού σης τῆς ἀσεβείας. Τότε τοίνυν οὐ φαῦλος ἐγὼ τοῦ ἀνδρὸς εἰκαστὴς οἶδα γενόμενος, καίτοι γε οὐ τῶν εὖ πεφυκότων περὶ ταῦτα εἷς ὤν. Ἀλλ' ἐποίει με μαν τικὸν ἡ τοῦ ἤθους