1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

7

ωπα; μὴ ἓν, οἷόν τι σύνθετον, ἀναπλάσσετε, καὶ τριπρόσωπον, ἢ ἀνθρωπόμορφον ὅλως; Ἄπαγε, καὶ ὑμεῖς ἀντιβοήσετε, μηδὲ πρόσωπον, ὅ τί ποτέ ἐστιν, ἴδοι Θεοῦ, ὃς οὕτως ἔχει. Τί οὖν ἡμῖν αἱ ὑπο στάσεις βούλονται, ἢ ὑμῖν τὰ πρόσωπα; προσ ερήσομαι γάρ. Τὸ τρία εἶναι τὰ διαιρούμενα, οὐ φύ σεσιν, ἀλλ' ἰδιότησιν. Ὑπέρευγε. Πῶς ἄν τινες συμφρονοῖεν μᾶλλον καὶ τὸ αὐτὸ λέγοιεν, ἢ οὕ τως ἔχοντες, κἂν ταῖς συλλαβαῖς διαφέρωσιν; Ὁρᾶτε οἷος ἐγὼ διαλλακτὴς ὑμῖν, πρὸς τὸν νοῦν ἄγων ἀπὸ τοῦ γράμματος, ὥσπερ τὴν Παλαιὰν καὶ τὴν Νέαν.

ΙΖʹ. Ἀλλ' ἐπανιτέον μοι πάλιν πρὸς τὸν αὐτὸν λόγον. Τὸ μὲν οὖν ἀγέννητον, καὶ τὸ γεννητὸν, καὶ τὸ ἐκπορευτὸν λεγέσθω τε καὶ νοείσθω, εἴ τῳ φίλον δημιουργεῖν ὀνόματα· οὐ γὰρ δείσομεν, μή ποτε νοῆται σωματικῶς τὰ ἀσώματα, ὅπερ δο κεῖ τοῖς ἐπηρεασταῖς θεότητος. Κτίσμα δὲ, Θεοῦ μὲν λεγέσθω· μέγα γὰρ ἡμῖν καὶ τοῦτο· Θεὸς δὲ, μηδαμῶς. Ἢ τότε δέξομαι κτίσμα εἶναι Θεὸν, ὅταν κἀγὼ γένωμαι κυρίως Θεός. Ἔχει γὰρ οὕτως. Εἰ μὲν Θεὸς, οὐ κτίσμα· μεθ' ἡμῶν γὰρ τὸ κτίσμα, τῶν οὐ θεῶν. Εἰ κτίσμα δὲ, οὐ Θεός· ἤρξατο γὰρ χρονι κῶς. Ὃ δὲ ἤρξατο, ἦν ὅτε οὐκ ἦν. Οὗ δὲ πρε σβύτερον τὸ οὐκ ἦν, τοῦτο οὐ κυρίως ὄν. Τὸ δὲ μὴ κυ ρίως ὂν, πῶς Θεός; Οὔτε οὖν κτίσμα τῶν τριῶν, οὐδὲ ἕν· οὔτε, ὃ τούτου χεῖρον, δι' ἐμὲ γενόμενον· ἵνα μὴ κτίσμα ᾖ μόνον, ἀλλὰ καὶ ἡμῶν ἀτιμότερον. Εἰ γὰρ ἐγὼ μὲν εἰς δόξαν Θεοῦ, τοῦτο δὲ δι' ἐμὲ (ἡ πυράγρα διὰ τὴν ἅμαξαν, ἢ ὁ πρίων διὰ τὴν θύραν), νικῶ τῇ αἰτίᾳ. Ὅσῳ γὰρ κτισμάτων Θεὸς 36.480 ὑψηλότερος, τοσοῦτον τοῦ διὰ Θεὸν ὑποστάντος ἐμοῦ, τὸ δι' ἐμὲ γινόμενον, ἀτιμότερον.

ΙΗʹ. Πρὸς ταῦτα, Μοαβίταις μὲν καὶ Ἀμμωνίταις μηδὲ εἰσιτητὸν εἰς Ἐκκλησίαν ἔστω Θεοῦ, λόγοις δια λεκτικοῖς τε καὶ κακοπράγμοσιν, οἳ γέννησιν Θεοῦ πολυπραγμονοῦντες, καὶ πρόοδον ἄῤῥητον, κατεξαν ίστανται τολμηρῶς θεότητος· ὡς δέον, ἢ ἐφικτὰ μό νοις εἶναι τὰ ὑπὲρ λόγον, ἢ μηδὲ εἶναι, ὅτι μὴ αὐ τοὶ κατειλήφασιν. Ἡμεῖς δὲ ταῖς θείαις Γραφαῖς ἑπόμενοι, καὶ τὰ ἐγκείμενα σκῶλα τοῖς τυφλώττουσι λύοντες, τῆς σωτηρίας ἑξόμεθα, πάντα τολμῶντες πρότερον, ἢ κατὰ Θεοῦ τι νεανιεύεσθαι. Τὰς μὲν δὴ μαρτυρίας ἄλλοις παρήσομεν, πολλοῖς τε λογο γραφηθείσας ἤδη πολλάκις, καὶ ἡμῖν οὐ παρέργως. Καὶ ἅμα λίαν αἰσχρὸν ἐμοὶ γοῦν, νῦν τὰς πίστεις συλλέγειν τῶν πάλαι πεπιστευμένων. Τάξις γὰρ οὐκ ἀρίστη διδάσκειν πρότερον, εἶτα μανθάνειν, μὴ ὅτι τὰ θεῖα καὶ τηλικαῦτα τὸ μέγεθος, ἀλλ' οὐδὲ ἄλλο τι τῶν μικρῶν καὶ τοῦ μηδενὸς ἀξίων. Καὶ τὰ ἐκ τῆς Γραφῆς προσκόμματα λύειν καὶ διαρθροῦν, οὐ τοῦ παρόντος καιροῦ, σπουδῆς δὲ τελεωτέρας καὶ μείζονος, ἢ κατὰ τὴν παροῦσαν ὁρμὴν τῆς ὑποθέσεως. Ὁ δ' οὖν λόγος ἡμῶν, ὡς ἐν κεφαλαίῳ περιλα βεῖν, ἔστιν οὗτος. Καὶ ταῦτα διῆλθον, οὐχ ἵν' ἀγωνί σωμαι πρὸς τοὺς ἀντιθέτους (πολλάκις γὰρ ἤδη δι ηγωνισάμεθα, εἰ καὶ μετρίως), ἀλλ' ἵν' ὑμῖν ἐπι δείξω τὸν χαρακτῆρα τῶν ἐμῶν διδαγμάτων, εἰ μὴ τῶν ὑμετέρων ἐγὼ συναγωνιστὴς, καὶ κατὰ τῶν αὐ τῶν, καὶ ὑπὲρ τῶν αὐτῶν ἱστάμενος.

ΙΘʹ. Οὗτος ὑμῖν, ὦ ἄνδρες, ὁ τῆς ἐμῆς ἀπόλογος παρουσίας· εἰ μὲν ἐπαινετῶς ἔχων, τῷ Θεῷ χάρις, καὶ ὑμῖν τοῖς καλέσασιν· εἰ δὲ τῆς ἐλπίδος ἐνδεέστε ρον, καὶ οὕτω χάρις. Οὐ γὰρ πάντη ψεκτῶς, εὖ οἶδα, καὶ ὑμῖν οὐκ ἀπιστῶ λέγουσιν. Μή τι τὸν λαὸν τοῦ τον ἐπλεονεκτήσαμεν; μή τι τῶν ἡμετέρων ᾠκονο μήσαμεν, ὃ τοὺς πολλοὺς ὁρῶ πάσχοντας; μή τι τὴν Ἐκκλησίαν παρελυπήσαμεν; Ἄλλους μὲν ἴσως, οἷς ἐρήμην ἡμᾶς ᾑρηκέναι νομίζουσι, τὸν ἡμέτερον ἀντεστήσαμεν λόγον· ὑμᾶς δὲ οὐδὲν, ὅσα ἐμαυτῷ συνεπίσταμαι. Οὐ βοῦν ὑμῶν εἴληφα, φησὶ Σα 36.481 μουὴλ ὁ μέγας, πρὸς τὸν Ἰσραὴλ ὑπὲρ τοῦ βασιλέως διαφερόμενος· οὐ ψυχῶν ὑμῶν ἐξίλασμα, μάρτυς Κύριος ἐν ὑμῖν· οὐ τὸ καὶ τὸ, πλείονα λέ γων, ἵνα μὴ αὐτὸς ἀπαριθμῶμαι καθ' ἕκαστον· ἀλλὰ καθαρὰν καὶ ἀκίβδηλον τὴν ἱερωσύνην ἐφύλαξα.