1

 2

 3

 4

 5

 6

 7

 8

7

εἰκόνα ἴδῃς ἀκριβῶς μεμορφωμένην πρὸς τὸ πρωτότυπον, οὐ τὴν εἰκόνα ἐπαινεῖς, ἀλλὰ τὸν ζωγράρον θαυμάζεις. ἵνα τοίνυν τὸ θαῦμα ἐμὸν γένηται καὶ μὴ ἀλλότριον, ἐμοὶ κατέλιπε τὸ Καθ' ὁμοίωσιν θεοῦ γενέσθαι. Κατ' εἰκόνα γὰρ ἔχω τὸ λογικὸς εἶναι, καθ' ὁμοίωσιν δὲ γίνομαι ἐν τῷ χρηστὸς γενέσθαι. Γίνεσθε τέλειοι ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. εἶδες ποῦ ἀπο 32 δίδωσιν ἡμῖν ὁ κύριος τὸ Καθ' ὁμοίωσιν; Ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. ἐὰν γένῃ μισοπόνηρος, ἀμνησί κακος, μὴ μεμνημένος τῆς χθιζῆς ἔχθρας, ἐὰν γένῃ φιλάδελ φος, συμπαθής, ὡμοιώθης θεῷ. ἐὰν ἀφῇς τῷ ἐχθρῷ ἀπὸ καρδίας, ὡμοιώθης θεῷ. ἐὰν οἷός ἐστιν ἐπὶ σὲ τὸν ἁμαρτωλὸν ὁ θεός, τοιοῦτος γένῃ ἐπὶ τὸν εἰς σὲ πεπλημμεληκότα ἀδελφόν, τῇ πρὸς τὸν πλησίον εὐσπλαγχνίᾳ ὡμοιώθης θεῷ. ὥστε τὸ Κατ' εἰκόνα μὲν ἔχεις ἐκ τοῦ λογικὸς εἶναι, Καθ' ὁμοίωσιν δὲ γίνῃ ἐκ τοῦ χρηστότητα ἀναλαβεῖν. ἀνάλαβε Σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ἵνα ἐνδύσῃ Χριστόν. δι' ὧν γὰρ ἀναλαμβάνεις τὴν συμπάθειαν, δι' αὐτῶν Χριστὸν ἐνδύῃ καὶ τῇ πρὸς αὐτὸν οἰκειώσει οἰκεῖος ἐγένου θεῷ. οὕτως ἡ ἱστορία παίδευσίς ἐστι τοῦ βίου τοῦ ἀνθρωπίνου. Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα· ἐχέτω ἐν τῇ κτίσει τὸ Κατ' εἰκόνα. γενέσθω καὶ Καθ' ὁμοίωσιν· τούτου τὴν δύναμιν ἔδωκεν. εἰ ἐποίησε καὶ καθ' ὁμοίωσιν, ποῦ σου ἡ χάρις; διὰ τί σὺ ἐστεφανοῦ; εἰ γὰρ ὁ δημιουργὸς τὸ ὅλον 33 ἀπέδωκε, πῶς ἄν σοι ἡ βασιλεία τῶν οὐρανῶν ἠνοίγετο; νῦν δὲ τὸ μὲν ἐδόθη, τὸ δὲ ἀτελὲς κατελείφθη, ἵνα σεαυτὸν τελειώσας ἄξιος γένῃ τῆς παρὰ τοῦ θεοῦ μισθαποδοσίας. Πῶς οὖν γενώμεθα καθ' ὁμοίωσιν; διὰ τῶν εὐαγγελίων. τί ἐστι χριστιανισμός; θεοῦ ὁμοίωσις κατὰ τὸ ἐνδεχόμενον ἀνθρώπου φύσει. εἰ ἀνεδέξω τὸ εἶναι χριστιανός, ἐπείχθητι γενέσθαι ὅμοιος θεῷ, ἔνδυσαι Χριστόν. πῶς δὲ ἐνδύσῃ ὁ μὴ σφραγισάμενος, πῶς ἐνδύσῃ ὁ τὸ βάπτισμα μὴ λαβών, ὁ τὸ ἔνδυμα τῆς ἀφθαρσίας μὴ δεξάμενος; ἀποπέμπῃ τὴν πρὸς θεὸν ὁμοίωσιν; εἰ ἔλεγόν σοι· δεῦρο, γενοῦ ὅμοιος βασιλεῖ, οὐκ ἂν εὐεργέτην με ἔκρινας; ἐπειδὴ βούλομαί σε ὅμοιον θεῷ ποιῆσαι, φεύγεις τὸν λόγον τὸν θεοποιοῦντά 34 σε ἐπιφραξάμενος τὰ ὦτα, ἵνα μηδὲ ἀκούσῃς τὸν σωτήριον λόγον; Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον κατ' εἰκόνα. τὸν ἄνθρωπον, φησὶν ἡ γυνή, τί πρὸς ἐμέ; ὁ ἀνὴρ ἐγένετο. οὐ γὰρ εἶπε τὴν ἄνθρωπον, φησίν, ἀλλὰ τῇ τοῦ ἄρθρου προσθήκῃ τὸ ἀρρενικὸν ἐνέφηνεν. ἀλλ' ἵνα μὴ ἀμαθῶς τις τῇ τοῦ ἀνθρώπου προσηγορίᾳ ἐπὶ τοῦ ἀνδρὸς ᾖ μόνου κεχρημένος, προσέθηκεν· Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. καὶ ἡ γυνὴ ἔχει τὸ Κατ' εἰκόνα θεοῦ γεγενῆσθαι ὡς καὶ ὁ ἀνὴρ ὁμοίως. ὁμότιμοι αἱ φύσεις, ἴσαι αἱ ἀρεταί, ἆθλα ἴσα, ἡ καταδίκη ὁμοία. μὴ λεγέτω· ἀσθενής εἰμι. ἡ ἀσθένεια σαρκός, ἐν ψυχῇ τὸ δυνατόν ἐστιν. ἐπειδὴ τοίνυν ὁμότιμος 35 ἡ κατὰ θεὸν εἰκών, ὁμότιμος ἔστω ἡ ἀρετὴ καὶ ἡ τῶν ἀγαθῶν ἔργων ἐπίδειξις. οὐδεμία παραίτησίς ἐστι τῷ βουλομένῳ προφασίζεσθαι ἀσθενὲς τὸ σῶμα. δι' αὑτὸ τοῦτο ἁπλῶς ἁπαλόν, ἀλλὰ διὰ τὴν συμπάθειαν εὔτονον ἐν καρτερίαις, σύντονον δὲ ἐν ἀγρυπνίαις. πότε δύναται ἀνθρώπου φύσις ἁμιλληθῆναι γυναικὸς φύσει καρτερικῶς διαγούσης τὸν ἑαυτῆς βίον; πότε τὸ ἐν νηστείαις εὔτονον γυναικῶν μιμήσασθαι δύναται ἄνθρωπος, τὸ ἐν προσευχαῖς φιλόπονον, τὸ ἐν δάκρυσι δαψιλές, τὸ πρὸς εὐποιΐαν ἕτοιμον; εἶδον ἐγὼ γυναῖκα λάθρα κλέπτουσαν καλὰ κλέμματα καὶ ἄνευ τοῦ ἀνδρὸς τὰς εὐποιΐας ποιοῦσαν ὑπὲρ ἀνδρός, ὑπὲρ αὐξήσεως οἴκου, ὑπὲρ τέκνων διαμονῆς διδοῦσαν καὶ λανθάνουσαν τοῦ ἀνδρὸς τὴν γνῶσιν, ὑπὲρ αὐτοῦ ἐκβάλλουσαν καὶ αὐτὸν 36 ἀποκρύπτουσαν. ὃ γὰρ ἐποίει, ἐποίει τῷ βλέποντι ἐν τῷ κρυπτῷ οὐ δημοσιεύουσα ἑαυτῆς τὴν εὐποιΐαν. ἡ ἀγαθὴ γυνὴ ἔχει τὸ Κατ' εἰκόνα. μὴ πρόσεχε τῷ ἔξω ἀνθρώπῳ, περίπλασμά ἐστι τοῦτο. ἡ ψυχὴ καθέζεται ἔνδον ὑπὸ παραπετάσματι καὶ ἁπαλῷ τῷ σώματι. ψυχὴ μέντοι καὶ ψυχὴ ὁμότιμος, ἐν τοῖς παραπετάσμασιν ἡ διαφορά. Θεῷ οὖν ὅμοιος ἐγένου διὰ τῆς χρηστότητος, διὰ τῆς ἀνεξικακίας, διὰ τῆς κοινωνίας, διὰ τοῦ φιλάδελφος καὶ φιλάλληλος εἶναι, μισοπόνηρος, κατακρατῶν τῶν παθῶν τῆς ἁμαρτίας, ἵνα σοι