1

 2

 3

 4

 5

 6

 7

 8

7

γίνεται. Πάντες αὐτῆς τραγῳ δοῦσι τὸ δρᾶμα, ὁ βαπτιστὴς δὲ τῆς τραγῳδίας αἴτιος τὴν γλῶσ σαν πάντων προπηδήσας ἐκίνησεν. Οὗτος τὴν σάλπιγγα καθ' ἡμῶν προεβάλετο· πρῶτος τὴν μοιχείαν οὐκ εὐλαβηθεὶς στηλι τεύειν τὴν βασιλίδα ἤρξατο. Μωυσῆς κοιμᾶται, καὶ δι' αὐτοῦ φθέγγεται· ὁ νόμος καθεύδει, Ἰωάννης δὲ αὐτὸν καθ' ἡμῶν ἐξ υπνίζει· τὴν βασιλίδα μοιχαλίδα καλεῖ, ἀκολουθεῖν δὲ πολλοὺς καὶ γενέσθαι τολμηροὺς προετρέψατο.»

25 «∆ός μοι τοίνυν τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.» «∆ός»· εἰ γὰρ σὺ μὴ δώσεις, ἡμεῖς λαβεῖν οὐ χρῄζομεν· αὐ τομολήσει δὲ πρὸς τὸν φόνον ὁ δήμιος παρ' ἡμῶν ἐπιτραπείς. ∆οῦλόν σε πάντες τῆς μοιχαλίδος, αἰχμάλωτον τῆς ὀρχηστρίδος ἴσασιν. Μαρτυρεῖ τούτοις ἡ στιβάς, μαρτυρεῖ τὸ συμπόσιον, ὁ οἶνος, ἡ μέθη, τῶν ὅρκων ἡ συνθήκη, ἡ ἀχαλίνωτος τοῦ βασιλέως ὑπόσχεσις. «∆ός μοι τοίνυν ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάν νου τοῦ βαπτιστοῦ»· διψῶ γὰρ αὐτοῦ τὸ αἷμα πιεῖν καὶ τὰ μέλη μασήσασθαι, ἰδεῖν μετὰ τῶν βασιλικῶν ὄψων τὴν κεφαλὴν τοῦ λοιδοροῦντος τὰ βασίλεια. Σπαίρουσαν ταύτην χρή με τῇ μητρὶ προσαγαγεῖν ἀπὸ τῆς τραπέζης τῆς βασιλικῆς ξένιον, ἐπειδὴ ταύτην τοῦ δείπνου μερίδα ἀπὸ τῶν σῶν γενεσίων Ἡρῳδιὰς ἐκδέχεται.» Καὶ ταῦτα μὲν ἡ κόρη.

26 «Λυπηθεὶς δὲ ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους, ἐκέλευσε δοθῆναι.» Μὴ ἀποδέξει τοῦ Ἡρῴδου τὴν λύπην; Μηδὲ συγγνώμης ἀξιώσεις τὸν τύραννον; Ἐξῆν γὰρ εἴπερ ἐβούλετο τὴν ὀρχηστρίδα τροπώσασθαι. Ἐξῆν εἰ ἠθέλει τὸν ὅρκον παραιτήσασθαι. Τί γάρ; Εἰ τοὺς ὀφθαλμοὺς ἔτυχεν Ἡρῳδιὰς ἀπαιτοῦσα τὸν τύραννον, ἆρα τυφλὸς ἔμελλεν ὁ βασιλεὺς εἰς τὸν θρόνον καθέζεσθαι; Τί δέ; Εἰ κολοβῶσαι τὸ οὖς καὶ τὰς ῥῖνας ἀποτεμεῖν ἐβούλετο, ἆρα ἐγένετο τέρας ἐξαπίνης ὁ τύραννος; Καὶ τί πάλιν; Εἰ τὰς χεῖρας ἀποτεμεῖν ἐπέταττεν, ἆρα τῶν δακτύλων καὶ τὸ σκῆπτρον ἐξέπιπτεν; Οὐδαμῶς.

27 Ἀλλὰ πρὸς τὴν κόρην ὥσπερ ἦν εἰκὸς λέγειν· «Ὤμοσα παρασχεῖν ὅπερ αἰτήσεις ἐμόν· ᾤμην γὰρ νυμφικοὺς μαργαρίτας ἐκδέχεσθαι, ἢ ὡς ὅτι ἀγρὸν αἰτήσεις μυριόφυτον, ἢ ποθήσεις πόλιν ἥνπερ ἔχω τῆς βασιλείας μου ἐξαίρετον. Νῦν δὲ ἐμὸν οὐδὲν αἰτεῖς, ἐπιζητεῖς δὲ ὃ παρασχεῖν οὐ δύναμαι, προφήτου κεφαλὴν ἐπιζητεῖς. Καὶ πῶς σοι παρασχεῖν ὁ βασιλεὺς τὰ τοῦ ποιητοῦ δύναται; Εἰ τὸν οὐρανὸν ᾔτησας, μὴ τοῖς ὅρκοις ὁ βασιλεὺς ὑπεύθυνος, ἢ τὴν γῆν ἢ τὴν θάλασσαν; Οὐδαμῶς· οὐ γὰρ ἐν ἐμοὶ δοῦναι τὰ ὑπὲρ ἐμέ, ἃ τῆς ἐμῆς ἐξουσίας οὐχ ὑπάρχει καὶ ταῖς ἐμαῖς χερσὶν ὑπέρκειται». Τούτων οὐδὲν ὁ Ἡρῴδης φθέγγεται, ἀλλὰ λυπεῖται μέν· τὸ συνειδὸς γὰρ αὐτὸν ἐκέντα. Ὁ νόμος δὲ ἔνδοθεν ὁ φυσικὸς ἐτάραττεν. Ἠγωνία πρὸς τούτοις τὸν ὄχλον καὶ τὸ πλῆθος πεφόβητο· πολλῶν γὰρ ἕνεκεν ἔχοντες ὑπῆρχον τὸν βαπτιστὴν ἐν θαύματι. Ἀλλ' ὅμως, ἐπειδὴ τὸν φόνον ὤδινε καὶ τὴν σφαγὴν ἐδίψη καὶ τὸν τοῦ προφήτου θάνατον οἰκείαν ἐλευθερίαν ἐνόμιζεν, δυσωπηθεὶς τοὺς ὅρκους ὑποκρίνεται καὶ τὸν δήμιον διακονῆσαι πέμπει τῷ τῆς κόρης προστάγματι.

28 Καὶ οὕτως ἡ τοῦ βαπτιστοῦ κεφαλὴ ἐπὶ πίνακι φέρεται, τῶν προφητῶν τὸ κάλλος, ἡ παρρησία τοῦ λόγου, τῆς μετανοίας ἡ χάρις, ὁ πολυμερὴς αὐλός, ἡ σάλπιγξ ἡ θεόφθογγος, γλῶττα ἡ τὰς νεφέλας κινοῦσα, ὀφθαλμοὶ οἱ τὰ ἀθεώρητα βλέποντες, ὦτα καθαρῶς ἀκροώμενα τὰ τοῦ θεοῦ μυστήρια, κεφαλὴ τὴν πάντων κεφαλὴν ψηλαφήσασα· καὶ ἥν, ὡς ἐδόθη τῷ κορασίῳ, ἀμνοῦ θυσίαν ἐβάστασε πάρδαλις, βασιλικοῦ λέοντος κεφαλὴν περιέφερε λύκαινα. Καὶ ἤνεγκε τῇ μητρὶ τὸν κατήγορον τὸν οὐδὲ μετὰ θάνατον τῶν ἐλέγχων παυσάμενον, οὐδὲ μετὰ τὴν σφαγὴν τῆς παρρησίας ἀφέμενον. Ἀλλ' ὁ προφήτης κεκοίμηται, καὶ ὁ λόγος πανταχοῦ διαδέδοται· ἡ σάλπιγξ ἐπαύσατο, καὶ γέμει τῶν ἐξ αὐτῆς ἤχων τῆς οἰκουμένης τὰ θέατρα· ἡ γλῶττα εἰς γῆν, οἱ δὲ ἐξ αὐτῆς φθόγγοι τὰς φυλὰς ἐπλήρωσαν· τὰ ἔθνη κατεκτύπησε, βροντῶν ἰσχυροτέρα καθ' ἑκάστην ἠχοῦσα γενεάν· ἀπ' ἐκείνης γὰρ