7
ἢ πλεονέκτης οὐ μὴ περιπατήσει· εἰς τὰ ἐμὰ βασίλεια κλέπτης ἢ λοίδορος οὐ μὴ προσεγγίσει· εἰς τὸ ἄνω θυσιαστήριον ψεύστης ἢ κατάλαλος ἢ μέθυσος οὐκ εἰσελεύσεται· εἰς τὸν ἐμὸν οἶκον φιλάργυρος ἢ ἀποστερητὴς οὐκ ἀναπαύσεται· εἰς τὸ οὐράνιον καταπέτασμα ἀκάθαρτος ἢ ἀσελγὴς ἢ βέβηλος οὐ διέρχεται· εἰς αἰωνίαν ἀνάπαυσιν ῥᾴθυμος ἢ ὑπνώδης ἢ ἀνδροφόνος οὐ διελεύσεται· εἰς τὸ ἐμὸν δεῖπνον ὀργίλος ἢ γογγυστὴς ἢ μνησίκακος οὐ μὴ προσψαύσει· εἰς τὸν ἐμὸν νυμφῶνα φλύαρος ἢ μυθολόγος ἢ γελωτοποιὸς οὐδὲ ὅλως αὐλισθήσεται· εἰς αἰώνια σκηνώματα ἀναίσχυντος ἢ φθονερὸς κληρονομίαν οὐκ ἔχει.
Μηδεὶς πλανάσθω· οὐδεὶς ἄδικος ἤ τις τῶν τοιούτων εἰς τὴν βασιλείαν τῶν οὐρανῶν οὐ καταξιωθήσεται· ἀλλ' ἐκεῖνοι μόνον εἰσελεύσονται, οἱ εὐμετάδοτοι, οἱ πτωχοὶ τῷ πνεύματι, οἱ πενθοῦντες, οἱ πραεῖς, οἱ πεινῶντες καὶ διψῶντες δικαιοσύνην, οἱ καθαροὶ τῇ καρδίᾳ, καὶ οἱ εἰρηνοποιοί· οἱ τοιοῦτοι εἰσελεύσονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ χαρήσονται καὶ ἀγαλλιάσονται, ὅτι ὁ μισθὸς αὐτῶν πολὺς ἐν τῷ οὐρανῷ. Ὑμεῖς δὲ, οἱ ἀπάνθρωποι καὶ ἀνελεήμονες, πορεύεσθε εἰς τὸ πῦρ τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ὥσπερ γὰρ οὐκ ἠλεήσατε, οὕτω δὴ ὑμεῖς οὐκ ἐλεηθήσεσθε. Λοιπὸν ἀποχωρεῖτε ἀπ' ἐμοῦ, οἱ ἐργάται τῆς ἀνομίας· ὑπάγετε εἰς τὸ σκότος τὸ αἰώνιον, οἱ κατηραμένοι καὶ μεμισημένοι, ὅπου ὁ σκώληξ ὁ ἀκοίμητος, καὶ τὸ πῦρ οὐ σβέννυται· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.
Ταῦτα τοίνυν μαθόντες, ἀδελφοὶ, δεῦτε, καὶ ἐπιστρέψωμεν ἐκ τῆς ὁδοῦ ἡμῶν τῆς πονηρᾶς· μετανοήσωμεν, στενάξωμεν, τύψωμεν τὸ στῆθος, γρηγορήσωμεν οἱ νυστάζοντες, ἐξυπνίσωμεν, δακρύσωμεν ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν· καὶ εἴ τινός τι ἐσυκοφαντήσαμεν ἢ ἡρπάσαμεν, ἀποδῶμεν, ἵνα μὴ κατακριθῶμεν· ἐλεήσωμεν, ἵνα εὕρωμεν ἔλεος. Καὶ εἴ τι ἔχομεν κατά τινος ἢ πένητος ἢ πλουσίου, πάντα συγχωρήσωμεν ἀπ' αὐτῆς τῆς καρδίας ἡμῶν, ὡς ὁ Χριστὸς ἐκέλευσε, μή πως κατακριθῶμεν καὶ καταδικασθῶμεν καὶ ἡμεῖς ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, καθὼς ἐκεῖνοι οἱ ἀνελεήμονες καὶ μισ60.705 άνθρωποι.
Γενώμεθα εἰς ἀλλήλους εὔσπλαγχνοι, φιλάνθρωποι, ἥμεροι, φιλάγαθοι, ἐπιεικεῖς, μακρόθυμοι, ἀλλήλοις βοηθοῦντες, ἀλλήλους ὑπομένοντες, ἀλλήλοις συγχωροῦντες, ἀλλήλους διορθούμενοι, ἀλλήλους νουθετοῦντες, ἀλλήλων τὰ βάρη βαστάζοντες· ἵνα καὶ τῶν προειρημένων κολάσεων τὴν πεῖραν διαφύγωμεν, καὶ τὸν παρόντα 60.706 βίον ἐν ἀφέσει ἁμαρτιῶν διανύσαντες, τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.