7
τὸ σκότος πόσον; Ὅταν ὁ κυβερνήτης μεθύῃ καὶ τῶν κυμάτων καὶ τῶν πνευμάτων τὸ ἄτακτον μιμῆται, πῶς σωθήσεται ἡ ναῦς; ʹ. Τί οὖν δύναται κούφην τὴν ψυχὴν ποιεῖν; Βίος θαυμαστὸς, τὸ πρὸς μηδὲν τῶν ἐνταῦθα κεχηνέναι, μηδὲ τοῖς ποσὶν αὐτοῦ προσδεσμεῖν τὰ κάτω φερόμενά τε καὶ φέροντα. Τῶν γὰρ σωμάτων τὰ μὲν κάτω φέρεσθαι εἴωθεν, οἷον λίθοι, καὶ ξύλα, καὶ πάντα τὰ τοιαῦτα· τὰ δὲ ἄνω, οἷον πῦρ, καὶ πνεῦμα, καὶ πτερῶν φύσις κούφων. Ἂν οὖν τι τῶν κάτω φερόντων τῷ κούφῳ προσδήσῃς, οὐδὲν τῶν πτερῶν ὄφελος, οὐδὲ τοῦ πνεύματος, τοῦ βάρους ὑπερβαίνοντος τὴν συμμετρίαν, καὶ νικῶντος καὶ περιγινομένου. Οὕτω καὶ πόδας ἂν ἔχῃ τις βεβαρημένους, ἢ χυμοῦ πονηροῦ ἐπεισρέοντος, ἢ ἑτέρου τινὸς νοσήματος, οὐδὲν ὄφελος αὐτῷ τοῦ λοιποῦ σώματος ὄντος κούφου. Εἰ δὲ ἐπὶ σωμάτων τοῦτο, πολλῷ μᾶλλον ἐπὶ καρδίας. Μὴ τοίνυν ποιῶμεν αὐτὴν βαρεῖαν, ἵνα μὴ κατὰ τὰ πλοῖα τὰ πολλὴν ἔχοντα τὴν ψάμμον καταποντίζηται. Ἐν ἡμῖν γὰρ τοῦτο. Οὐ γὰρ τῇ φύσει τοιαύτη ἐστὶν, ἀλλὰ 55.48 τῇ φύσει γέγονε κούφη καὶ ἀνωφερὴς, ἡμεῖς δὲ αὐτὴν παρὰ φύσιν βαρεῖαν ποιοῦμεν· διὸ καὶ ὁ Προφήτης ἐγκαλεῖ· εἰ δὲ φυσικὸν ἦν, οὐκ ἂν ἐνεκάλεσεν. Ὥσπερ οὖν κατὰ φύσιν ἡμῖν τὸ βαδίζειν, ἂν δὲ βαρῶμεν τὰ γόνατα, παρὰ φύσιν γίνεται τὸ πρᾶγμα, πεπεδημένων ἡμῶν· οὕτω καὶ ἐπὶ τῶν ποδῶν τῆς διανοίας, λέγω δὴ τῶν λογισμῶν, συμβαίνειν εἴωθεν. Ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος; Ἐνταῦθα καὶ τὰ εἰδωλικά μοι δοκεῖ λέγειν, καὶ τὸν ἐν πονηρίᾳ βίον. Μάταιον γὰρ ἐκεῖνο λέγεται τὸ κενὸν, ὅταν ὄνομα μὲν ᾖ, πρᾶγμα δὲ μὴ ᾖ. Οὕτω παρὰ τοῖς Ἕλλησιν ὀνόματα μὲν θεῶν πολλὰ, πράγματα δὲ οὐδαμοῦ· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ὄνομα πλούτου, πρᾶγμα δὲ οὐδαμοῦ· καὶ ὄνομα δόξης, πρᾶγμα δὲ οὐδαμοῦ· ὄνομα δυναστείας, καὶ μένει ψιλὸν τὸ ὄνομα. Τίς οὖν οὕτως ἀνόητος, ὡς ὀνόματα ζητεῖν πραγμάτων ἔρημα, καὶ τὰ διάκενα διώκειν, ἃ φεύγειν δεῖ; Ἢ οὐ τοιαῦται καὶ αἱ ἡδοναὶ τοῦ βίου, καὶ αἱ εὐπραγίαι; οὐ πάντα ψεύδεται καὶ ἀπατᾷ; Κἂν δόξαν εἴπῃς, κἂν πλοῦτον, κἂν δυναστείαν, πάντα ματαιότης. ∆ιὸ καὶ ὁ Ἐκκλησιαστὴς ἔλεγε· Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. ∆ιὰ δὴ ταῦτα ὀδυνᾶται ὁ Προφήτης, τοσαύτην ἀλογίαν ὁρῶν ἐν τῷ βίῳ. Ὥσπερ γὰρ ἂν εἴ τις ἰδών τινα φεύγοντα φῶς, διώκοντα δὲ σκότος, λέγῃ· Ἵνα τί τοῦτο ποιεῖς τὸ παράλογον; οὕτω καὶ αὐτός· Ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος; Καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ. Ἕτερος ἑρμηνευτής φησιν, Ἀλλὰ γνῶτε ὅτι ἐθαυμάστωσεν. Εἶδες σοφίαν Προφήτου; Πόθεν αὐτοὺς ἀνάγει πρὸς τὴν θεογνωσίαν; Ἀπὸ σαφεστάτου μέρους τινὸς καὶ τρόπου γνωριμωτέρου, ἑαυτὸν εἰς μέσον παρατιθείς. Ἐγὼ δοῦλός εἰμι, φησὶ, τοῦ Θεοῦ τοῦ ἀληθοῦς· ἀπ' ἐμοῦ τοίνυν μάθετε αὐτοῦ τὴν δύναμιν, τὴν ἰσχὺν, τὴν κηδεμονίαν. Οὐ μικρὸν γὰρ τοῦτο τὸ κεφάλαιον εἰς θεογνωσίαν ἄγον. Ποιεῖ μὲν γὰρ τοῦτο φανερὸν καὶ ἀπὸ τῶν κτισμάτων ὁ Προφήτης, ὅταν περὶ τῆς προνοίας αὐτοῦ διαλέγηται, ἐπὶ τὸν ἥλιον, καὶ τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὸν ἀέρα φερόμενος, καὶ ἀπὸ τῆς ἐν τοῖς ὁρωμένοις εὐταξίας τὸν ∆ημιουργὸν ἀνακηρύττων· κινεῖ δὲ καὶ τὸν ἀπὸ τῶν δούλων αὐτοῦ λόγον, καὶ τῶν ἀπ' αὐτοῦ συμβαινόντων· ὃ δὴ καὶ ἐπὶ τοῦ Ἀβραὰμ γέγονεν. Ἔλεγον γὰρ αὐτῷ, Οἴδαμεν, φησὶν, ὅτι ἀπὸ τοῦ Θεοῦ ἡμῖν ἥκεις βασιλεύς. Πόθεν οἴδατε; Ἀπὸ τῆς νίκης, ἀπὸ τῶν τροπαίων, ἀπὸ τῶν πολέμων. Τοῦτο καὶ ἐπὶ τῶν Ἰουδαίων συνέβη. Τὰ γὰρ θαύματα τὰ ὑπὲρ αὐτῶν γινόμενα, πᾶσαν τὴν γῆν εἰς φόβον ἐνέβαλεν· ὅπερ καὶ ἡ πόρνη τότε ἡ Ἱεριχουντία ἔλεγεν, ὅτι Ἐπέπεσεν ἐφ' ἡμᾶς ὁ φόβος ὑμῶν καὶ ὁ τρόμος. Μία τοίνυν ὁδὸς ἡ διὰ τῶν κτισμάτων· ἑτέρα καὶ σαφεστέρα ἡ διὰ τῶν δούλων· καὶ ταύτην ἄνωθεν ὁ Θεὸς κατέσπειρε καθ' ἑκάστην γενεὰν τὴν διδασκαλίαν. Τοὺς γοῦν Αἰγυπτίους ἐπαίδευσεν ἀπὸ τοῦ Ἀβραὰμ, τοὺς Πέρσας ἀπὸ τοῦ