1

 2

 3

 4

 5

 6

 7

7

Ἰσραήλ. Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ.

Ὢ τοῦ θαύματος! Οἱ πήλινοι καθέζονται, καὶ οἱ ἀσώματοι παραστήκουσιν. Ἀλλ' οὐ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἐξουθενῶ· μὴ γένοιτο· ἀλλὰ τὴν φιλανθρωπίαν τοῦ Θεοῦ κηρύττω, δι' ἣν ἐτίμησε τὴν ἀνθρωπίνην φύσιν. Εἰ δὲ οἱ ἅγιοι ἀπόστολοι καθίσονται κριταὶ γενόμενοι τῶν ἀπίστων, ἐπάναγκες καὶ τοὺς τῶν ἀποστόλων τὴν πίστιν ἐσχηκότας καὶ ὁμοίως αὐτοῖς πεπιστευκότας, καὶ αὐτοὺς συγκαθεσθῆναι τοῖς ἀποστόλοις, κριτὰς ἐσομένους τῶν μὴ παραδεξαμένων τὴν πίστιν, μηδὲ ὁμολογησάντων τὸν σωτήριον λόγον. Τάχα γὰρ, ἵνα οὕτως εἴπω, ἔσονται δώδεκα ἔθνη πιστὰ, 55.636 τὰ ὑπὸ τῶν ἀποστόλων κατηχηθέντα, ἅτινα κρινεῖ σὺν τοῖς ἀποστόλοις τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ, τὰς μηδὲ τῷ ἀποστολικῷ πεισθείσας κηρύγματι, μηδὲ τῷ ∆εσποτικῷ πεπιστευκυίας θελήματι, ὥστε καὶ αὐτὰς τῇ πίστει συναχθείσας ἀκοῦσαι· Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῖ. Ἔπειτα ἴδωμεν τὰ ἑξῆς. Τί φησι; Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει. Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν· ὁ λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. Πρὸς τὴν καύχησιν τοῦ δικαίου καὶ ὁ Θεὸς ὁμοίως ἀντ-αποκρίνεται, καὶ παρατίθησιν, ὡς τοιούτους εἶναι δεῖ τοὺς τῇ πίστει διεληλυθότας. Φησὶ, Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει.

Τοιούτους γὰρ ἐγὼ ἐκλέγομαι λειτουργοὺς, τοὺς πορευομένους ἐν ὁδῷ ἀμώμῳ, καὶ μήτε δεξιὰ ἐκκλίνοντας, μήτε ἀριστερὰ, μήτε διασφαλλομένους τὰ περὶ τὴν ὁδὸν τῆς δικαιοσύνης καὶ τῆς ἀληθείας. Μακάριοι γὰρ οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. Πρὸς οὖν τὴν εἰρημένην φωνὴν ὑπὸ τοῦ προφήτου, τὴν, Ψαλῶ, καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ, ἐνταῦθα λέγει· Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει. Καὶ πάλιν, ὥς φησι, ∆ιεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου· καὶ, Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον· ἀνταποκρίνεται λέγων· Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν, ἀλλὰ καὶ, Λαλῶν, φησὶν, ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. Ὡς γὰρ ἐκεῖ φησι, Τὸν καταλαλοῦντα λάθρᾳ τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον· οὕτως ἐνταῦθα, Λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. Εἶτα ὅρα τί φησιν· Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.

Ἐνταῦθα λοιπὸν αἰνίττεται τὰ περὶ τοῦ μέλλοντος αἰῶνος. Ἐπειδὴ γὰρ νύξ ἐστιν ὁ παρὼν αἰὼν, ἡμέρα δὲ ὁ μέλλων, ὥς φησιν ὁ σοφώτατος Παῦλος, Ἡ νὺξ προέκοψεν; ἡ δὲ ἡμέρα ἤγγικε· πρωΐαν ὀνομάζει τὴν ἀνατολὴν τοῦ ἀϊδίου φωτὸς, οὗ μέλλουσιν οἱ δίκαιοι ἀπολαύειν. Εἰς ταύτην οὖν τὴν πρωΐαν ἀποκτενεῖ τοὺς ἁμαρτωλοὺς, ἀποστέλλων αὐτοὺς εἰς τὸ πῦρ τὸ αἰώνιον. Οὗτος γὰρ καὶ ὁ τῶν ἁμαρτωλῶν θάνατος, ὥς φησι καὶ αὐτὸς ὁ Σωτήρ· Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον ἀποκτεῖναι καὶ ψυχὴν καὶ σῶμα ἐν γεέννῃ. Εἰς τὰς πρωΐας οὖν ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας, τουτέστι, τῆς ἄνω Ἱερουσαλὴμ, τοὺς ἐργαζομένους τὴν ἀνομίαν.

Εἰς ἐκείνην γὰρ μόνον οἱ δίκαιοι ἀναπαύονται, ἀπολαύοντες τῆς αἰωνίου βασιλείας, ἧς γένοιτο καὶ ἡμᾶς καὶ ὑμᾶς πάντας ἀπολαῦσαι εὐαρεστήσαντας αὐτῷ, ὁσίως πολιτευσαμένους ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.