παρὰ Ἰουδαίων ἐλάμβανεν, οὐκ ἂν τὸ φάσγανον τῆς παρανομίας ὤξυνεν, Ἰάκωβον ἀνεῖλε μαχαίρᾳ, Πέτρον δυσὶν ἁλύσεσι συνέδησε βουλόμενος αὐτὸν μετὰ τὸ πάσχα ἀναγαγεῖν τῷ λαῷ. Ὦ πάσχα Ἰουδαϊκόν, ἀεὶ μεταξὺ αἱμάτων ἀθῴων μιγνύμε νον. Τὸν δεσπότην Χριστὸν πρὸ τοῦ πάσχα ἐσταύρωσαν, τὸν μαθητὴν αὐτοῦ Πέτρον μετὰ τὸ πάσχα ἀνελεῖν ἐβούλοντο. Ὦ πάσχα ἄναγνον, ὦ συναγωγὴ αἱματοποσίας φίλη. Καλῶς ὁ Σολομὼν ἐκ πολλῶν τῶν χρόνων τὴν τῶν Ἰουδαίων συναγωγὴν βδέλλαν προσηγόρευσεν. ∆ιὰ τί; Ὡς ἀλλοτρίων αἱμάτων ἑλκύστριαν. Βουλόμενος αὐτὸν μετὰ τὸ πάσχα ἀναγαγεῖν τῷ λαῷ. ∆ιὰ τί δὲ μὴ ἐν τῷ πάσχα; Τιμῶσι δῆθεν τὴν ἑορτὴν τοῦ πάσχα. Ὦ τιμὴ ὕβρεως πεπληρωμένη. Εἰ οὐκ ἐξὸν ἐν τῷ πάσχα φονεῦσαι, μηδὲ δήσητε ἐν τῷ πάσχα. Τὴν ἑορτὴν δοκεῖτε τιμᾶν τὸν φόνον θησαυρίζοντες; Τὸ θῦμα κατέχετε καὶ θύειν οὐ νομίζετε; Ὦ εὐλάβεια κατακρίσεως πεπληρωμένη, μᾶλλον δὲ ὦ παρανομία ἄχρι τῆς δεῦρο παρά τινων φυλαττομένη, ἐκεῖθεν ἀρχὴν λαβοῦσα καὶ τέλος εὑρεῖν μὴ ἐπιζητοῦσα. Ἦ γὰρ οὐκ ἴσμεν ὅτι πολλάκις τινὲς τῶν ἐν δυναστείᾳ ἐξεταζομένων ἀνεύθυνόν τινα ἐν φυλακῇ δημοσίᾳ κατακλείσαντες, μόνον ἐπιστῇ τὸ τίμιον πάσχα, εὐθέως δῆθεν τῆς δημοσίας φυλακῆς ἀπαλλάττουσιν, ἑτέραν φυλακὴν χαλεπωτέραν ἐπινοοῦντες ἢ παρ' ἑαυτοῖς φυλάττοντες καὶ λιμῷ ἄγχοντες ἢ εἰς τὸν οἶκον τοῦ ἐκβιβαστοῦ συγκλείοντες τοῦ ἀκόρεστα κεχηνότος, μὴ συνορῶντες ὅτι τοῦτο οὐκ ἔστι τὴν ἑορτὴν τιμῆσαι, ἀλλὰ τὸν δεσπότην Χριστὸν ὑβρίσαι. Θέλεις ἑορτάσαι, τῆς συκοφαντίας ἐλευθέρωσον τὸν σύνδουλόν σου· τότε γάρ τις κυρίως ἑορτάζει, οὐχ ὅτε σηρικὴν στολὴν ἐγκαινίζει, ἀλλ' ὅτε τεθλιμμένην ψυχὴν ἐλευθερώσει. Τῷ δὲ θεῷ χάρις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.