ὑψηλός, ἐν ᾧ ηὐλίσαντο οἱ πολέμιοι, ἐξ ἑνὸς μέρους ἢ καὶ ἐκ δύο πλησίον τοῦ ἀπλήκτου αὐτῶν, ἀπόνως τὴν παραμονὴν ἐν ἐκείνῳ τῷ τόπῳ φυλάξουσιν· ἀποβάντες γὰρ τῶν ἵππων καὶ πεζῇ ἐν τῷ βουνῷ ἀνερχόμενοι ἄνδρες δύο τῷ ἀριθμῷ ἢ καὶ τρεῖς καὶ πλησιάζοντες τῷ ἀπλήκτῳ, ἀπὸ τῶν ὑψηλῶν ἐκείνων καὶ ὀχυρωτάτων βουνῶν, τῶν μὴ δυναμένων ἄνοδον εὐχερῆ παρέχειν τοῖς πολεμίοις, ὁρᾶν τὸ φοσσᾶτον καὶ τὰς φωνὰς τοῦ λαοῦ ἐνωτίζεσθαι καὶ τοὺς τῶν ἵππων καὶ ἡμιόνων χρεμετισμούς. Ἀποστέλλειν δὲ καὶ ἕτερα τέσσαρα τετράδια ἵστασθαι ἐφίππους καὶ αὐτοὺς ἔνθεν κἀκεῖθεν τοῦ φοσσάτου ἀπ' ἀλλήλων διακεχωρισμένα, ὥστε καὶ αὐτοὺς ἀκούειν τοὺς χρεμετισμοὺς τῶν ἵππων καὶ ἡμιόνων καὶ τὴν τοῦ λαοῦ ὀχλαγωγίαν. 8.6 Εἰ δὲ ἐν τῷ τοῦ ἀπλήκτου τόπῳ τοιοῦτος ὀχυρώτατος βουνὸς οὐκ ἔστι, καὶ ὡσαύτως τέσσαρα τετράδια ἀποστέλλεσθαι τοῦ ἔνθεν κἀκεῖθεν τοῦ φοσσάτου ἡσύχως ἵστασθαι, καὶ σύσσημα παρέχειν ἀλλήλοις σημαντικὰ ὑποχωρήσεως, εἴγε δεήσοι, εἴτε διὰ συρισμοῦ, εἴτε διὰ λόγου καὶ ἐπιλαλιᾶς. Ὑπαλλάττεσθαι δὲ αὐτοὺς παρ' ἑτέρων, εἴτε δεύτερον τῇ νυκτὶ ἢ καὶ ἅπαξ, πρὸς τὸ καὶ αὐτοὺς καὶ τοὺς ἵππους αὐτῶν διαναπαύεσθαι. Ἀπέρχεσθαι δὲ τουρμάρχηνεἴτε ἑτέρα τις κεφαλήεἰς τὴν τούτων ὑπαλλαγήν, καὶ ἐπιβλέπειν ποῦ καὶ πῶς ἵστανται, καὶ τοὺς ἀντ' ἐκείνων πάλιν καλῶς ἐφιστῶν ὑποστρέφειν ἐν ᾧ καὶ ἵστατο πρότερον. 8.7 Ταραχῆς δὲ ἐξακουομένης κίνησιν δηλούσης τοῦ κούρσου, τὰ τέσσαρα τετράδια μικρὸν ἀναποδιζέτωσαν, μὴ μέντοι δὲ μακρόθεν γινέσθωσαν, τῷ δὲ τουρμάρχῃ μηνυέτωσαν τὴν τῶν πολεμίων ἀποκίνησιν. Αὐτὸς δὲ μηνυέτω τῷ στρατηγῷ δι' οἵας ὁδοῦ τὴν ὁρμὴν ἐποιήσαντο καὶ ἐν οἵᾳ ὥρᾳ, ἵνα τὸν καιρὸν καὶ τὴν ὥραν τῆς ἀποκινήσεως αὐτῶν ἀναμανθάνων ὁ στρατηγὸς δύναται στοχάσασθαι ἐν οἵοις χωρίοις καταλάβωσιν ἄχρι πρωΐας. 8.8 Οἱ δὲ ἀποστελλόμενοι παρὰ τοῦ τουρμάρχου καταμηνῦσαι τῷ στρατηγῷ, ἐν ᾧ τόπῳ ὁ στρατηγὸς ηὐλίζετο, τὴν τοῦ κούρσου ἀποκίνησιν, ἐπὰν οὐχ εὑρήσωσιν ἐκεῖσε αὐτὸν ἀλλ' ὑποδοχαρίους τοὺς παρ' αὐτοῦ καταλειφθέντας, δέον ἐν ἐκείνῳ τῷ τόπῳ γενομένους φωνῆσαι· τοὺς δὲ ὑποδοχαρίους ἀκριβῶς διασκοπουμένους, ἡνίκα τῆς φωνῆς αἴσθονται, ἑνωθῆναι καὶ διὰ τάχους τῷ στρατηγῷ τούτους προσάξαι εἴτε εἰς ἑτέρους πάλιν ἀγαγεῖν ὑποδοχαρίους, τοῦ στρατηγοῦ ἴσως πάλιν μετακινήσαντος. Χρὴ γὰρ αὐτόν, εἴτε ἅπαξ, εἴτε καὶ δὶς ἐν νυκτὶ μεταπληκεύειν διὰ πολλὴν ἀσφάλειαν, πρὸς τὸ μὴ ὑπὸ τῶν πολεμίων ἐνεδρευθῆναι, ἔχειν δὲ αὐτὸν καὶ βίγλας διπλᾶς εἰς φυλακὴν αὐτοῦ ἀσφαλεῖς. 9.τ Περὶ τῆς κινήσεως τοῦ κούρσου καὶ ἀκολουθήσεωσ 9.1 Τοῦ στρατηγοῦ τοίνυν τὴν κίνησιν τοῦ κούρσου ἀναμανθάνοντος, παραυτίκα καὶ ἕτερον ἄρχοντα μεθ' ἱππέων ἐκλεκτῶν, ὑποτασσόμενον τῷ τουρμάρχῃ τῷ ἀκολουθοῦντι τῷ κούρσῳ, ἀποστέλλειν πρὸς αὐτόν, ἔχων μεθ' ἑαυτοῦ ὁ ἀποστελλόμενος ἕνα τῶν παρὰ τοῦ τουρμάρχου πεμφθέντων καταμηνῦσαι τὴν τοῦ κούρσου κίνησιν τῷ στρατηγῷ τοῦ παρ' αὐτοῦ ὁδηγηθῆναι εἰς τὸ εὐχερῶς ἑνωθῆναι. 9.2 Καὶ αὐτὸς δὲ ὁ στρατηγὸς ὄπισθεν τοῦ ἀποστελλομένου ἄρχοντος ἀποκινησάτω μετὰ τοῦ ὑπ' αὐτὸν λαοῦ καὶ σπευσάτω καταλαβεῖν τὸν τουρμάρχην, ὅπως ὄπισθεν καὶ αὐτὸς τοῦ τουρμάρχου τῷ κούρσῳ τῶν πολεμίων ἀκολουθῇ· ἡ γὰρ ἀκριβὴς καὶ ἄπταιστος ἀκολούθησις ἐκ τῶν ὄπισθεν τῶν πολεμίων ὀφείλει γίνεσθαι κατὰ τὰ ἐκείνων ἔνιχνα καὶ τὴν ὁδοιπορίαν. 9.3 Ὁ δὲ τουρμάρχης, ἡνίκα τὸ κοῦρσον τῶν πολεμίων ἀποκινήσει, τρία ζευκτά, ἐμπείρους καὶ ἐπιτηδείους ἄνδρας, ἀναλαμβανόμενος παραγινέσθω τῇ ὁδῷ τῶν πολεμίων· καὶ τυπώσας τὸ πρῶτον καὶ δεύτερον καὶ τρίτον ζευκτὸν πῶς ὀφείλουσι περιπατεῖν καὶ τοῖς πολεμίοις κατακολουθεῖν, ὑποστρεφέσθω πρὸς τὸν λαὸν αὐτοῦ. Τὸ δὲ πρῶτον ζευκτὸν πλησίον τῶν πολεμίων περιπατείτω, ἀκοῦον καὶ τὴν τοῦ λαοῦ ὀχλαγωγίαν καὶ τοὺς χρεμετισμοὺς τῶν ἵππων· τὸ δὲ δεύτερον, τὸ τοῦ πρώτου ἀκόλουθον, ὁδοιπορείτω ὅσον δύνανται ὁρᾶν τὸ ἔμπροσθεν αὐτοῦ καὶ ὁρᾶσθαι ὑπ' αὐτοῦ, καὶ μήτε πλησίον γίνεσθαι, μήτε μακρύνεσθαι ὥστε μὴ ὁρᾶσθαι. 9.4 Τρία δὲ