τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, γενέσθω μωρός. διὰ τί οὖν φθείρει τὸν ναὸν ὁ θαρσῶν τῇ ἔξωθεν σοφίᾳ; εἰ θεοῦ ναὸς εἶ, ἐκεῖνον ὀφείλεις ἔχειν διδάσκοντα καὶ ἀποκαλύπτοντα· εἰ δὲ ἀφεὶς τὸν ἐνοικοῦντα τῇ σῇ συνέσει κέχρησαι, οὐκέτι ναὸν ποιεῖς τὸν ναὸν ἀλλὰ φθείρεις αὐτόν. εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν, τοῖς πλησσομένοις καὶ βλαπτομένοις ὑπὸ τῆς ἔξωθεν παιδείας· διεστείλατο γὰρ εἰπὼν ἐν ὑμῖν. Τοὺς κατηχθέντας καὶ δεξαμένους τὸν λόγον τῆς γνώσεως ἐν ἑαυτοῖς καὶ μὴ παρασαλευθέντας καὶ τὴν διδαχήν, τοῦ ἁγίου πνεύματος ναοὺς ὀνομάζει καὶ οἴκους ἀκινήτους τοῦ ἐνοικήσαντος πνεύματος· τοὺς δὲ πράξαντάς τι τῆς τοῦ πνεύματος ἐνεργείας ἄξιον, τούτους πνευματικοὺς καλεῖ, ὥσπερ ῥητορικοὺς καὶ τεχνικούς φαμεν τοὺς τῆς τέχνης καὶ τῆς ῥητορικῆς ποιησαμένους ἐπίδειξιν. οἱ οὖν ἑτέραν διδασκαλίαν ἐκ τῆς ἔξωθεν σοφίας παραδεχόμενοι, οὗτοι ἔφθειραν ἑαυτῶν τὸν λογισμὸν παραχαράττοντες τὴν πίστιν τὸν τοῦ πνεύματος ναόν. διὸ ἀπειλεῖ τούτους ὑπὸ θεοῦ διαφθαρήσεσθαι, ὅτι καταλιπόντες τὸν ἐνοικοῦντα διδάσκαλον περὶ τὴν ἔξω σοφίαν ἐπλανήθησαν ἱκανὴν οὖσαν πρὸς ἐφόδιον ἀπάτης. 238,ξολ2 ∆ι' ὧν τὴν σοφίαν τοῦ κόσμου τούτου ἀπαγορεύει οὖσαν ἱκανὴν πρὸς ἀπάτην, διεστείλατο τοὺς πληττομένους τῷ ἐλέγχῳ. 1 Kor 3,21-23 Παραγγείλας μὴ προσδέχεσθαι τὴν ἔξω σοφίαν, διδάσκει μήτε ἐπὶ σοφοῖς ἀνθρώποις καυχᾶσθαι· εὐτελὴς γὰρ αὕτη ἡ καύχησις ὅπου πάντα ἐστὶν ὑμῶν, καὶ οἱ ἀπόστολοι-διὰ γὰρ τοὺς ὠφελουμένους ἀπεστάλησαν-, καὶ ὁ κόσμος ὑμῶν δι' οὓς γέγονε πρὸς ἀπόλαυσιν, καὶ ἡ ζωὴ ὑμῶν ὡς σωζομένων, καὶ ὁ θάνατος- εἰ μὴ γὰρ ἦν τὰ τοῦ θανάτου φοβερά, οὐκ ἂν τὰ τῆς μελλούσης ζωῆς προετιμήθη-· κατὰ τὸν αὐτὸν γὰρ λόγον εἴρηται τὰ ἐνεστῶτα καὶ μέλλοντα· οἱ γὰρ τῶν ἐνεστώτων καταφρονοῦντες ὡς προσκαίρων τῶν μελλόντων ἐπιτυγχάνουσιν. πάντα οὖν τὰ προειρημένα ὑμῶν, ὅτι καὶ ὑμεῖς Χριστοῦ γεγόνατε, καὶ οἱ τῷ Χριστῷ προσοικειώμενοι ἀρέσκονται θεῷ. Πάντα ὑφ' ὑμῶν. πῶς καὶ τίνα τρόπον; ὅτι καὶ ὑμεῖς Χριστοῦ γεγόνατε, καὶ ἵνα δείξῃ ὅτι οἱ τῷ Χριστῷ προσοικειώμενοι ἀρέσκονται θεῷ, ἐπήγαγεν· Χριστὸς δὲ θεοῦ. 1 Kor 4,1Ἀρκεῖ μὲν ἡμῖν τὸ ὡς ὑπηρέτας Χριστοῦ τιμᾶσθαι, τὸ δὲ ἀφ' ἡμῶν τινας ὀνομάζεσθαι φορτικόν. 1 Kor 4,2Ὑμεῖς μὲν ὡς ὑπηρέτας θεοῦ ὁρᾶτε ἡμᾶς, τίς δὲ ὑπηρέτης πιστός, μὴ ὑμεῖς ζητεῖτε-τοῦτο γὰρ ἐν ὑμῖν κινδυνεύεται-καὶ οὔτε ἄξιον τοὺς διδασκάλους κρίνεσθαι ὑπὸ τῶν μαθητῶν. διὰ τί δὲ ταῦτά φησιν; ἐπειδὴ συνεῖδέν τινας μὲν τῶν διδασκάλων ἀναξίους τιμωμένους ὑπ' αὐτῶν, τοὺς δὲ ἀξίους περιορωμένους, ὅθεν καὶ προεώρα σχίσματα ἐν αὐτοῖς ἐσόμενα. διὸ καὶ σφοδρότερον ἐγκαλεῖ σπεύδων καταστεῖλαι τὸ πάθος. 1 Kor 4,3Ἵνα δὲ μὴ δόξῃ ὡς καταφρονηθεὶς ὑπερόπτως ταῦτα λέγειν, μονονουχὶ τοῦτο λέγει· μὴ νομίσητε ταῦτά με ὑπὲρ ἐμαυτοῦ ἀποστέλλειν· οὐ γὰρ οὕτω πολιτεύομαι ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ· ἀνάξιον γὰρ τοῦτο ἡγοῦμαι ὡς πρὸς ὑμᾶς καὶ πάντα ἄνθρωπον. ἀνθρωπίνην 239 δὲ ἡμέραν τὸν ἄνθρωπον καλεῖ, τὸ πρόσκαιρον καὶ ἐφήμερον τῆς τῶν ἀνθρώπων ζωῆς δηλῶν. εἶτα ἐπειδὴ μέγα δοκεῖ εἶναι τὸ εἰπεῖν οὐδὲν ἐμαυτῷ σύνοιδα, ἐπήγαγεν ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι· ἔστι γὰρ κατ' ἄγνοιαν πταίσαντα μὴ πλήττεσθαι τὸ συνειδός. ἔπειτα οὐ τὸ μὴ ποιεῖν φαῦλον δικαιοῖ, ἀλλὰ τὸ κατορθοῦν ἀρετὴν τελειοῖ. εἰκὸς δὲ ὅτι καὶ μετριοπαθῶν εἶπεν τοῦτο· μὴ οὖν φρονεῖτε μείζονα ἢ καθ' ὑμᾶς, ἀλλ' ἀναμένετε τὸν κριτήν. 1 Kor 4,5 ∆ι' ὅλου ἔχεται τοῦ σκοποῦ σωφρονίζων τοὺς βουλομένους ἀπὸ μὲν τοῦ δεῖνος ὀνομάζεσθαι, ἀπὸ δὲ τοῦ δεῖνος μὴ ὀνομάζεσθαι· τοῦτο γὰρ κρινόντων ἐστὶν τόν τε ἄξιον καὶ μὴ ἄξιον. μὴ οὖν φρονεῖτε μείζονα ἢ καθ' ὑμᾶς, ἀλλ' ἀναμένετε τὸν κριτήν· ὑμᾶς μὲν γὰρ καὶ πεπλασμένον ἦθος ἀπατᾶν ἐγχωρεῖ, τὸν δὲ φωτίζοντα τὰ κρυπτὰ τοῦ σκότους οὐκ ἄν τι τῶν κεκρυμμένων διαλάθοι. ταῦτα δὲ εἶπεν, ὡς ὅτι πολλὰ παρ' αὐτοῖς κατ' ἀπάτην ἐγίνετο καὶ ἀνάξιοι ἐτιμῶντο. Οἱ τιμώμενοι οὐ πάντως ἦσαν καλοί, ἀλλ' ἕως σχήματος ἐπεῖχον τὴν ἀρετήν, παρεωρῶντο δὲ οἱ φύσει καλοί· οὐ γὰρ ἂν ταῦτα εἶπεν. 1 Kor 4,6 Ἑαυτὸν καὶἈπολλῶ παράγει σιωπήσας