βελεμνοτοξοφόρους, θωρακοφόρους, αἰχμητάς, ἄνδρας ἀρειμανίους, καὶ προσλαβὼν συμμαχικὸν ἐκ τοῦ τῶν Οὔννων ἔθνους, καὶ προσεταιρισάμενος ἐν δώροις σύμπαν γένος, πάσης κατέδραμε τῆς γῆς, καὶ μᾶλλον τῆς Ἀσίας, καὶ πάντας κατηνάγκασε φόρους αὐτῷ προσφέρειν. καὶ καθελὼν τοὺς πανταχῇ δυνάστας καὶ σατράπας καὶ ταγματάρχας ἰσχυροὺς καὶ κραταιοὺς στρατάρχας ὑπὸ τὴν ζεύγλην ἤγαγεν αὐτοῦ τῆς ἐξουσίας. ἐνέπλησε λαφύρων δὲ καὶ σκύλων τοὺς συμμάχους, τοῖς Οὔννοις δ' ἐχαρίσατο τὴν γῆν τῶν Ἀσσυρίων, καὶ Πάρθους μετωνόμασε τοὺς Οὔννους ἤτοι Σκύθας. καὶ νικητὴς ἀνέζευξεν ἐν ἔτεσιν ἐννέα σύμπασαν χειρωσάμενος Ἀσίας ἐθναρχίαν. ἐφ' οὗ καὶ τὸ βασίλειον κράτος τῶν Ἀσσυρίων ἐπὶ μικρὸν ἀπώλεσεν ἣν εἶχε δυναστείαν. ὡς δ' ἥρπασε καὶ Σέσωστριν θάνατος ἐκ τοῦ βίου, τοῖς Ἀσσυρίοις ἤνθησε πάλιν ἡ βασιλεία ὡς δένδρον ὑπὸ τοῦ πικροῦ κρυσταλλωθὲν χειμῶνος καὶ μαρανθὲν καὶ νεκρωθέν, καὶ πάλιν ἀναζῆσαν παραδραμόντος τοῦ δεινοῦ τῆς χειμερίας ὥρας. τοῖς Ἀσσυρίοις τοιγαροῦν πάλιν ἡ σκηπτουχία πρὸς τὴν προτέραν ἔφθασε τῆς τύχης εὐκληρίαν, ἕως ὁ Σαρδανάπαλος ἦρξε τῶν Ἀσσυρίων, γάστρις ἀνὴρ καὶ τρυφηλός, λαγνὸς καὶ γυναικίας, ὃς ἐκθηλύνας ἑαυτὸν καὶ γυναιξὶ συγκλείσας ὑπέγραφε τὸ πρόσωπον, ἔβαπτε τὰς ὀφρύας, ἐξύρα καὶ τὸ γένειον μέχρις ἐπιδερμίδος, ἐδείκνυ καὶ τὰς παρειὰς ἐψιμμυθιωμένας, καὶ πᾶν τὸ πρόσωπον ἁπλῶς εἶχεν ἐξηλλαγμένον, καὶ μάχλος ἦν καὶ μαλακός, χαῦνος καὶ θηλυδρίας. μόνης τρυφῆς ἐφρόντιζε, μόνης ἁβρᾶς τραπέζης· συνήσθιε συνέπινεν εὐνούχοις καὶ μαχλάσι, καὶ πᾶς ὁ βίος ἦν αὐτῷ πλήρης ἀκολασίας. αὐτὸς μὲν οὖν συγκέκλειστο σὺν γυναιξὶν ἀσέμνοις, ἀθέατος ἀόρατος ἄρχουσιν ἰδιώταις, θερμοῖς λουτροῖς ἐνευπαθῶν καὶ μαλακοῖς ἀμφίοις· διῴκουν δὲ τὰ πράγματα τούτῳ τῆς βασιλείας οἱ στρατηγοὶ τῶν πόλεων, ἐθνάρχαι καὶ χωράρχαι. οὕτως ἐβίου μαλακῶς, οὕτως ἐκλύτως εἶχεν, ἕως εἰς βόθρον ἑαυτὸν ἤγαγεν ἀπωλείας καὶ συναπώλεσεν αὐτῷ καὶ τὰ τῆς βασιλείας. Ἀρβάκης γὰρ ὁ στρατηγὸς πολλάκις ἱκετεύων τὸν Σαρδανάπαλον ἰδεῖν καὶ στῆναι πρὸ προσώπου (οὔποτε γὰρ ἑώρακεν αὐτόν, οὐδ' ἐν ὀνείροις), καὶ τὰ πολλὰ μὲν ἀστοχῶν πρὸς τὸ πεποθημένον, μόλις δ' εὑρὼν ὡς ἕρμαιον τὸ τοῦτον ἱστορῆσαι, ὡς εἶδεν, ὡς ἑώρακεν ἐψιμμυθιωμένον ἄτριχα λειοπώγωνα γυναικοπροσωπίαν, πορφύραν διαξαίνοντα μετὰ τῶν κορασίων, εὐνούχοις τε συμπαίζοντα καὶ συνασχημονοῦντα, καὶ μαλακὸν καὶ παντελῶς ἀνάξιον τοῦ κράτους, ἀγανακτήσας ἔπαισεν αὐτὸν ἐγχειριδίῳ, καὶ τῶν ἐγκάτων ὤθησε μέχρις αὐτῶν τὸ ξίφος, καὶ θάνατον ἐπότισε καὶ κύπελλον ὀλέθρου τὸν μέχρι τότε τρυφηλῶς ἐκδεδιῃτημένον καὶ τοῖς κρατῆρσι χαίροντα μέχρι τοῦ περιόρθρου. οὕτως ἐκεῖνον ἔκτεινεν ὁ στρατηγὸς Ἀρβάκης, δεινοπαθῶν εἰ λέγοιτο δοῦλος ἀνδρὸς τοιούτου. Ἄλλοι δ' οὐχ οὕτω γράφουσι τὰ τοῦ Σαρδαναπάλου, λέγουσι δ' ὡς ἀκούσαντες οἱ πρόσοικοι Χαλδαῖοι χοιρόβιον αὐτόχρημα τυγχάνειν καὶ κτηνώδη τὸν Ἀσσυρίων κράτορα τὸν Ἀνακυνδαράξου, ὀρχηστοφιλοπαίγμονα, ζῶντα γυναικομίμως, αὐτοῦ καταφρονήσαντες ὡς μαλακοκαρδίου, ἐπῆλθον ἐκστρατεύσαντες ἐν βριαρᾷ δυνάμει, καὶ συμπλακέντες τῷ στρατῷ τῷ τοῦ Σαρδαναπάλου (κἀκεῖνος γὰρ ἀναμαθὼν τὴν τόλμαν τῶν Χαλδαίων οὐκ ἤνεγκεν, ἀλλ' ἔπεμψεν ἄνδρας ἀξιομάχους) ἐτρέψαντο τὸν στρατηγόν, ἥττησαν κατὰ κράτος, καὶ νικηθεὶς ὁ στρατηγὸς ἔφευγεν ἀνὰ κράτος. ὅπερ ὡς ἔγνω δείλαιος, ἀπορηθεὶς ἐκ πάντων, πυρὰν ὑφῆψε λιπαρὰν ὕλαις ἀφθόνοις θρέψας, καὶ τὰς χρυσᾶς συναγαγὼν καὶ λιθοστρώτους κλίνας καὶ τοὺς ποικίλους στολισμοὺς καὶ τάλαντα χρυσίου καὶ πᾶν ἁπλῶς βασίλειον ὅσον ἐν ἱματίοις, ὅσον ἐν σκεύεσι χρυσοῖς, ἐν λίθοις, ἐν μαργάροις, κατὰ πυρᾶς ἠκόντισε πάντα τῆς πολυξύλου, καὶ τελευταῖον ἑαυτόν. κἀντεῦθεν οἱ Χαλδαῖοι κατὰ πολλὴν τὴν ἄδειαν ἐκράτουν Ἀσσυρίων, καὶ τὴν ἀρχὴν εἰς ἑαυτοὺς μεθίστων καὶ τὸ κράτος. Μετ' Ἀσσυρίους τέως δ' οὖν κατῆρξαν οἱ
8