θυμὸν ἀποκτείνωμεν, τὴν λύπην μαράνωμεν, τὴν φιλαργυρίαν ξηράνωμεν. Μὴ φοβηθῶμεν τὸν κοινὸν θάνατον, τὸν τοῦ γένους τῶν ἀνθρώπων θεριστὴν, ἀλλὰ τὸν ὀλοθρευτὴν τῶν ἀνθρώπων· θάνατος γὰρ κυρίως, οὐχὶ ὁ χωρίζων τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, ἀλλ' ὁ χωρίζων ψυχὴν 77.1089 ἀπὸ τοῦ Θεοῦ.
Ὁ Θεὸς ζωή ἐστιν· ὁ δὲ τῆς ζωῆς χωριζόμενος, τέθνηκε, τὴν πρόσθεν παῤῥησίαν ὡς τὴν ζωὴν ἀποβαλών· καὶ ἐπειδὴ θάνατος, ὁ διάβολος ὁ τοῦ θανάτου πατὴρ, ἵσταται ὡς ἀντίπαλος ἰσχυρὸς καθοπλιζόμενος, ἵνα ἡμᾶς ἐν ταῖς ἁγίαις ἡμέραις παλαίσῃ καὶ ῥήξῃ, καὶ εἴπῃ· Ἐνίκησα τοὺς Χριστοῦ στρατιώτας, κάλλος δείξας γυναικῶν, καὶ ἀπὸ τῆς ἀκοῆς ἐκρέμασα αὐτούς· κενοδοξίᾳ καὶ γαστριμαργίᾳ βοθρίσας, ἐδραξάμην αὐτῶν τῆς κόμης τῶν ἀρετῶν, καὶ σκελίσας ταῖς ἐπιθυμίαις, καὶ γαργαλίσας τῇ οἰνοποσίᾳ, ὠθίσας ἔῤῥιψα εἰς βόθρον πορνείας· μὴ οὖν χαροποιήσωμεν τοὺς ἀκαθάρτους δαίμονας, διότι ὁ ἡμέτερος Θεὸς, πάντων ἐστὶ σωτηρία καὶ δαιμόνων ὀλετήρ. Ἐπεὶ τοίνυν καὶ ἡμεῖς σώματα συμπεπλέγμεθα, καὶ θανάτῳ ὑπεύθυνοί ἐσμεν, ἀγωνισώμεθα γενναίως, ἵνα τοὺς ἀκαθάρτους νικήσωμεν δαίμονας· ἐὰν γὰρ τὸν φόβον ἔχωμεν ἐν τῇ καρδίᾳ, καὶ τὴν μνήμην τοῦ θανάτου ἐν τῇ ψυχῇ περιφέρωμεν, πάντες οἱ δαίμονες καθ' ἡμῶν ὁπλίζονται· ἀλλ' ὥσπερ κριοκρούοντες, ὡς τεῖχος ἡμᾶς εὑρήσουσι· διὰ τὸ εἶναι τὸν Κύριον ἡμῶν μεθ' ἡμῶν· ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.