1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

8

ἑτοίμοις; Εἰ μὲν ἔστι σοι καιρὸς, δίδαξον· εἰ δὲ μὴ, τὴν γλῶσσαν πεδήσας, λῦσον τὴν ἀκοήν. Μελέτα μὲν ἐν τοῖς θείοις, ἀλλ' εἴσω τῶν ὅρων μένων. Φθέγγου μὲν τὰ τοῦ Πνεύμα τος, καὶ, εἰ δυνατὸν, μηδ' ἄλλο τι· καὶ φθέγγου μᾶλλον ἢ ἀνάπνει (καλὸν γὰρ τοῦτο καὶ ἔνθεον, τῇ μνήμῃ τῶν θείων, ἀεὶ κεντρίζεσθαι πρὸς Θεόν), ἀλλ' ἃ προσετάχθης διανοούμενος. Μὴ περιεργάζου Πατρὸς φύσιν, Υἱοῦ μονογενοῦς οὐσίωσιν, Πνεύματος δόξαν καὶ δύναμιν, τὴν μίαν ἐν τοῖς τρισὶ θεότητα καὶ λαμπρότητα, τὴν ἀμέριστον καὶ φύσιν, καὶ ὁμολογίαν, καὶ δόξαν, καὶ τῶν πεπιστευκότων ἐλπίδα. Ἔχου τῶν συντρόφων ῥημάτων· ὁ λόγος ἔστω τῶν σοφωτέρων. Ἀρκεῖ σοι τὸν θεμέλιον ἔχειν· ἐποικοδομείτω δὲ ὁ τεχνίτης. Ἀρκεῖ τῷ ἄρτῳ τὴν καρδίαν στηρίζεσθαι· τὰ ὄψα δὲ τοῖς πλουσίοις συγ χώρησον. Οὐδεὶς κρίνει σε, μὴ τρέφοντα πολυτελῶς, τῶν νοῦν ἐχόντων· ἀλλ' ἐὰν μὴ παραθῇς ἅρτον, μη δὲ ποτίσῃς ὕδωρ, εἴτουν μαθητὴν Χριστοῦ, εἴτε ἄλλον τινὰ μέχρι τούτων δυνάμενος. Μὴ ἴσθι ταχὺς ἐν λόγοις, ἡ σοφία διακελεύεταί σοι· μὴ συμπαρ εκτείνου, πένης ὢν, πλουσίῳ, μηδὲ ζήτει τῶν σοφῶν 36.200 εἶναι σοφώτερος. Σοφία, καὶ τὸ γινώσκειν ἑαυτὸν, ἀλλὰ μὴ ὑπεραίρεσθαι, μηδὲ ταυτὸν ταῖς φωναῖς πά σχειν, αἳ παντελῶς ἐκλείπουσιν, ἐὰν ὑπερφωνῶνται δι' ἀμετρίαν. Κρεῖττον ὄντα σοφὸν, ὑφίεσθαι δι' ἐπι είκειαν, ἢ ἀμαθῶς ἔχοντα διὰ θράσος ὑπερεκτείνε σθαι. Τὸ τάχος ἔστω σοι μέχρι τῆς ὁμολογίας, εἴ ποτε ταύτην ἀπαιτηθείης· τὸ δὲ ὑπὲρ ταύτην εἶναι δειλότερος. Ἐκεῖ μὲν γὰρ ἡ βραδυτὴς, ἐνταῦθα δὲ ἡ ταχυτὴς ἔχει τὸν κίνδυνον.

ΚΒʹ. Τί σοι δεινὸν, ἐὰν μὴ πᾶσι λόγοις ἐνδυναστεύ σῃς, καὶ τὴν προεδρίαν ἔχῃς ἐπὶ παντὸς προβλήμα τος, ἢ ζητήματος, ἀλλ' ἕτεροί σου φανῶσιν, ἢ σοφώ τεροι, ἢ θρασύτεροι; Τῷ Θεῷ χάρις. ὅτι καὶ τὰ ἐξαί ρετα δίδωσι, καὶ διὰ τῶν κοινῶν, σώζειν ἐπίσταται. Καὶ τοῦτο οὑ περὶ λόγους μόνον τὸ θαῦμα, ἀλλὰ καὶ περὶ τὴν δημιουργίαν αὐτὴν, εἴ ποτε κατενόησας. Οὔτε ἐν τοῖς κτίσμασι τὰ πρωτεῖά τινών ἐστιν, ἀλλὰ πάντων, καὶ κοινὴ χάρις τοῦ ἑνὸς πλάσματος· οὔτε ἐν τῇ πίστει τὰ σώζοντα τῶν δυνατωτέρων, ἀλλὰ τῶν βουλομένων. Τί κάλλιον ἀέρος, πυρὸς, ὕδατος, γῆς, ὑετῶν, καρπῶν ἡμέρων τε καὶ ἀγρίων, στέγης, ἐνδύματος; Τούτων ἡ μετουσία κοινὴ, τῶν μὲν καὶ παντάπασι, τῶν δὲ μετρίως· καὶ οὐδεὶς οὕτω τύραν νος, ὥστε μόνος ἀπολαῦσαι τῆς κοινῆς χάριτος. Ἀνα τέλλει τὸν ἥλιον ὁμοτίμως, βρέχει πλουσίοις καὶ πέ νησι· κοινὴ νυκτὸς καὶ ἡμέρας ἐναλλαγὴ, κοινὸν δῶ ρον ὑγίεια, κοινὸς ὅρος ζωῆς, κοινὸν μέτρον καὶ χάρις σώματος, κοινὸν αἰσθήσεων δύναμις· τάχα δὲ καὶ πλεῖον ὁ πένης ἔχει, τὸ ἐπὶ τούτοις πλεῖον εὐχαριστεῖν, καὶ ἀπολαύειν ἥδιον τῶν κοινῶν, ἢ τῶν ἐκ περιουσίας οἱ δυνατώτεροι. Ταῦτα μὲν οὖν κοινὰ, καὶ ὁμότιμα, καὶ Θεοῦ δικαιοσύνης γνωρίσματα· ὁ χρυσὸς δὲ, καὶ οἱ διαφανεῖς λίθοι καὶ ἀγαπώμενοι, καὶ τῆς ἐσθῆτος ὅση μαλακὴ καὶ περίεργος, καὶ ἡ φλεγμαίνουσα καὶ ἐκμαίνουσα τράπεζα, καὶ τὰ περιττὰ τῆς κτήσεως, ὁ πόνος τῶν κεκτημένων, ὀλίγων ἐστὶν ἐγκαλλωπίσματα.

ΚΓʹ. Τοῦτο καὶ περὶ τὴν πίστιν ἐγὼ θεωρῶ. Κοι νὰ, νόμος, προφῆται, ∆ιαθῆκαι, λόγια ∆ιαθηκῶν, χά ρις, παιδαγωγία, τελείωσις, πάθη Χριστοῦ, καινὴ κτίσις. ἀπόστολοι, Εὐαγγέλια, διαμονὴ Πνεύματος, 36.201 πίστις, ἐλπὶς, ἀγάπη εἰς Θεόν τε καὶ ἐκ Θεοῦ, καὶ 36.201 οὐ πρὸς μέτρον, ὡς ἡ τοῦ μάννα ποτὲ δωρεὰ τῷ ἀχα ρίστῳ Ἰσραὴλ καὶ ἀγνώμονι· ἀλλὰ καθ' ὅσον ἕκα στος βούλεται, ἀνάβασις, ἔλλαμψις, ὀλίγη μὲν ἡ ἐν τεῦθεν, τρανοτέρα δὲ ἡ ἐλπιζομένη· τὸ μέγιστον, ἡ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ἐπίγνω σις, καὶ ὁμολογία τῆς πρώτης ἡμῶν ἐλπίδος. Τούτων τί μεῖζον; τί δαὶ κοινότερον; Τὰ δὲ ὑπὲρ ταῦτα, κἂν τῷ σπανίῳ τὸ τιμιώτερον ἔχῃ, ἀλλὰ τῷ γε ἀναγκαίῳ τὸ δεύτερον· ὧν γὰρ ἄνευ τὸ εἶναι Χριστιανὸν οὐχ οἷόν τε, ταῦτα τῶν ὀλίγοις ἐφικτῶν χρησιμώ τερα.