1

 2

 3

 4

 5

 6

 7

 8

8

ἀρξάμενοι τὸ «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» εἰς πᾶσαν τὴν γῆν διεπόρθμευσαν. Σὺ δὲ μηδαμῶς ἐκ μιᾶς γυναικὸς ὅλου τοῦ κόσμου κατάτρεχε μηδέ, σκεύους ἑνὸς ῥυπαροῦ τινος ὄντος νῦν ἕνεκα, ὅλην τὴν τοῦ ποιητοῦ κεραμικὴν κατάβαλλε.

29 Εἰ γὰρ καὶ γυνὴ τὸν παράδεισον ἔκλεισεν, ἀλλὰ γυνὴ πάλιν τὸν νυμφῶνα τῆς βασιλείας ἀνέῳξεν. Γυναῖκες τὸν κατακλυσμὸν τῷ γένει τῶν γιγάντων ἐπήγαγον, ἀλλὰ γυναῖκες τὸ βασιλικὸν βῆμα τῷ χορῷ τῶν ἀποστόλων ἀνέῳξαν. Γυνὴ τὸν Ἰωσὴφ ἐπείρασεν, ἀλλὰ γυνὴ τὸν Ἐλισαῖον ἔθρεψεν. Γυνὴ τὸν Σαμψὼν ἔδησεν, ἀλλὰ γυνὴ τὸν Βαρὰκ ἐστρατήγησεν. Γυνὴ φυγάδα τὸν Ἠλίαν εἰς τὴν ἔρημον ἔπεμψεν, ἀλλὰ γυνὴ τὸν αὐτὸν ἐσίτησεν ὑπὸ λιμοῦ τρυχόμενον. Γυνὴ τὸν Πέτρον ἐσκέλισε, καὶ γυνὴ προστάτις τοῦ Παύλου ἐγένετο, καθὼς αὐτὸς σεμνύνεται. Ἆρα μὴ κάμνειν δοκεῖς τὸν λόγον γυναικὶ συνηγορεῖν ἐθέλοντα; Ὁ δὲ οὐ κάμνει, ποδὶ δὲ συντόμῳ τὰ βραβεῖα κομίζεται. Γυνὴ τὸν λυτρωτὴν τὸν ἡμέτερον ὤδινεν. Αὕτη τὸν τοῦ γένους δημιουργὸν ἔτεκε καὶ ἐθήλασεν, αὕτη τὸν τροφέα τῆς κτίσεως ἐπότισεν, τὸν πηγᾶς τῇ κτίσει σχεδιάσαντα, ἐν ἀγκάλαις ἐβάστασεν «τὸν σπιθαμῇ τὸν οὐρανὸν μετρήσαντα καὶ τὴν γῆν δρακί», τὸν κανονίσαντα καὶ σφραγίσαντα τῇ παλάμῃ τὴν θάλασσαν· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.