1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

ἐξαρχῆς αὐτὴν ἀπέλυσα, οὐκ ἂν ἔμαθες αὐτῆς τὴν πίστιν. Εἰ ἐκ προοιμίων ἔλαβεν, ἀνεχώρει ἂν ταχὺ, καὶ τὸν θησαυρὸν αὐτῆς οὐκ ἂν ἠπίστατό τις.

∆ιὰ τοῦτο ἀνεβαλόμην τὴν δόσιν, ἵνα ἅπασι δείξω τὴν πίστιν. Ὦ γύναι. Θεὸς λέγει, Ὦ γύναι. Ἀκουέτωσαν οἱ εὐχό 52.458 μενοι μετὰ βαναυσίας. Ὅταν εἴπω τινὶ, Παρακάλεσον τὸν Θεὸν, δεήθητι αὐτοῦ, ἱκέτευσον αὐτὸν, λέγει· Παρεκάλεσα ἅπαξ, δεύτερον, τρίτον, δέκατον, εἰκοστόν· καὶ οὐκέτι οὐκ ἔλαβον. Μὴ ἀποστῇς, ἀδελφὲ, ἕως ἂν λάβῃς· τέλος αἰτήσεως, ἡ δόσις τοῦ αἰτουμένου. Τότε ἀπόστηθι, ὅταν λάβῃς, μᾶλλον δὲ μηδὲ τότε, ἀλλὰ καὶ τότε παράμενε. Κἂν μὴ λάβῃς, αἴτει ἵνα λάβῃς· ὅταν δὲ λάβῃς, εὐχαρίστησον, ὅτι ἔλαβες. Εἰσέρχονται πολλοὶ ἐν τῇ ἐκκλησίᾳ, ἀπαρτίζουσι μυρίους στίχους εὐχῆς, καὶ ἐξέρχονται, καὶ οὐκ οἴδασι τί εἶπον· τὰ χείλη κινεῖται, ἡ δὲ ἀκοὴ οὐκ ἀκούει. Σὺ οὐκ ἀκούεις τῆς εὐχῆς σου, καὶ τὸν Θεὸν θέλεις εἰσακοῦσαι τῆς εὐχῆς σου; Ἔκλινα, λέγεις, τὰ γόνατα· ἀλλ' ἡ διάνοιά σου ἔξω ἐπέτετο· τὸ σῶμά σου ἔνδον τῆς ἐκκλησίας, καὶ ἡ γνώμη σου ἔξω· τὸ στόμα ἔλεγε τὴν εὐχὴν, καὶ ἡ διάνοια ἠρίθμει τόκους, συμβόλαια, συναλλάγματα, χωρία, κτήματα, φίλων συνουσίας. Ὁ γὰρ διάβολος πονηρὸς ὢν, καὶ εἰδὼς ὅτι ἐν καιρῷ εὐχῆς μεγάλα ἀνύομεν, τότε ἐπέρχεται. Πολλάκις κείμεθα ὕπτιοι ἐν κλίνῃ, καὶ οὐδὲν λογιζόμεθα· ἤλθομεν εὔξασθαι, καὶ μυρίοι λογισμοὶ, ἵνα ἐκβάλῃ ἡμᾶς κενούς.

ιαʹ. Ταῦτα τοίνυν εἰδὼς ἐν ταῖς εὐχαῖς, ἀγαπητὲ, γίνεσθαι, τὴν Χαναναίαν

μίμησαι, ὁ ἀνὴρ τὴν γυναῖκα, τὴν ἀλλόφυλον, τὴν ἀσθενῆ, τὴν ἀπεῤῥιμμένην καὶ εὐκαταφρόνητον. Ἀλλ' οὐκ ἔχεις θυγατέρα δαιμονιζομένην; Ἀλλ' ἔχεις ψυχὴν ἁμαρτάνουσαν. Τί εἶπεν ἡ Χαναναία; Ἐλέησόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται· εἰπὲ καὶ σὺ, Ἐλέησόν με· ἡ ψυχή μου κακῶς δαιμονίζεται. Μέγας γὰρ δαίμων ἡ ἁμαρτία. Ὁ δαιμονῶν ἐλεεῖται, ὁ ἁμαρτάνων μισεῖται· ἐκεῖνος συγγνώμην ἔχει, οὗτος ἀπολογίας ἐστέρηται. Ἐλέησόν με· βραχὺ τὸ ῥῆμα, καὶ πέλαγος εὗρε φιλανθρωπίας· ὅπου γὰρ ἕλεος, πάντα τὰ ἀγαθά. Κἂν ἔξω ᾖς, κράζε καὶ λέγε, Ἐλέησόν με, μὴ κινῶν τὰ χείλη, ἀλλὰ τῇ διανοίᾳ βοῶν· καὶ σιωπώντων γὰρ ἀκούει ὁ Θεός. Οὐ ζητεῖται τόπος, ἀλλ' ἀρχὴ τρόπου. Ὁ Ἱερεμίας ἐν βορβόρῳ ἦν, καὶ τὸν Θεὸν ἐπεσπάσατο· ὁ ∆ανιὴλ ἐν λάκκῳ λεόντων, καὶ τὸν Θεὸν ἐξευμενίσατο· οἱ παῖδες οἱ τρεῖς ἐν τῇ καμίνῳ ἦσαν, καὶ Θεὸν ὑμνοῦντες ἐδυσώπησαν· ὁ λῃστὴς ἐσταυρώθη, καὶ οὐκ ἐκώλυσεν ὁ σταυρὸς, ἀλλὰ παράδεισον ἤνοιξεν· ὁ Ἰὼβ ἐν κοπρίᾳ ἦν, καὶ τὸν Θεὸν ἵλεων κατεσκεύασεν· ὁ Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους, καὶ τὸν Θεὸν ὑπήκοον ἔσχε. Κἂν ἐν βαλανείῳ ᾖς, εὔχου, κἂν ἐν ὁδῷ, κἂν ἐπὶ κλίνης· ὅπου ἐὰν ᾖς, εὔχου. Ναὸς εἶ τοῦ Θεοῦ, μὴ ζήτει τόπον· γνώμης χρεία μόνον. Κἂν δικαστῇ παραστῇς, εὔχου· ὅταν ὀργίζηται ὁ δικαστὴς, εὔχου. Θάλαττα ἦν ἔμπροσθεν, ὄπισθεν Αἰγύπτιοι, μέσος ὁ Μωϋσῆς· πολλὴ ἐν τῇ εὐχῇ στενοχωρία, ἀλλὰ μέγα τὸ πλάτος τῆς εὐχῆς ἦν. Ὄπισθεν οἱ Αἰγύπτιοι ἐδίωκον, ἔμπροσθεν ἡ θάλασσα, μέση ἡ εὐχή· καὶ οὐδὲν ἐλάλει ὁ Μωϋσῆς· καὶ λέγει αὐτῷ ὁ Θεός· Τί βοᾷς πρός με; Τὸ μὲν στόμα οὐ λαλεῖ, ἡ δὲ διάνοια βοᾷ. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ὅταν παραστῇς δικαστῇ μαινομένῳ, τυραννοῦντι, τὰ μέγιστα ἀπειλοῦντι, καὶ ἄλλοις δημίοις τὰ αὐτὰ ποιοῦσιν, εὖξαι σὺ τῷ Θεῷ, καὶ εὐχομένου σοῦ τὰ κύματα καταστέλλεται. Ὁ δικαστὴς ἐπὶ σέ; Σὺ ἐπὶ τὸν Θεὸν κατάφευγε. Ὁ ἄρχων πλησίον σου; Σὺ τὸν 52.459 ∆εσπότην κάλεσον. Μὴ γὰρ ἄνθρωπός ἐστιν, ἵνα ἀπέλθῃς εἰς τόπον; Θεὸς ἀεὶ ἐγγύς ἐστιν. Ἐὰν θέλῃς παρακαλέσαι ἄνθρωπον, ἐρωτᾷς τί ποιεῖ, καθεύδει, ἀσχολεῖται· διακονῶν οὐκ ἀποκρίνεταί σοι. Ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲν τούτων· ὅπου ἐὰν ἀπέλθῃς καὶ καλέσῃς, ἀκούει· οὐκ ἀσχολία, οὐ μεσίτης, οὐ διάκονος διατειχίζει. Εἰπὲ, Ἐλέησόν με, καὶ παρευθὺς Θεὸς παραγίνεται· Ἔτι γὰρ, φησὶ, λαλοῦντός σου, ἐρῶ, Ἰδοὺ ἐγὼ πάρειμι. Ὢ ῥῆμα ἡμερότητος γέμον.