1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

αὐτοῦ, ὁ μὲν οἰκέτης, ὁ δὲ υἱός· ἐὰν οὖν ὁ οἰκέτης ἐλευθερίαν ἀναβοήσῃ μηδαμόθεν αὐτῷ προσήκουσαν, καὶ ἀντικαταστῇ τῷ δεσπότῃ, οὐχ ὑπομένει τι ποιῆσαι δουλικὸν, οὐδὲ ἐπιταττόμενος ὑπακούει, δεδοικὼς μὴ τοῦτο αὐτὸ τῇ ἐλευθερίᾳ λυμήνηται, καὶ πρόσκομμα αὐτῷ τὸ ἐπίταγμα ἐργάσηται· ἥρπασε γὰρ τὴν τιμὴν, καὶ παρὰ ἀξίαν ἔχει. Ὁ δὲ υἱὸς οὐ παραιτήσεται ἐπιτελέσαι πᾶν ἔργον δουλικὸν, εἰδὼς ὅτι κἂν ἅπαντα διακονήσηται τὰ τῶν δούλων, οὐδὲν αὐτῷ τὰ τῆς ἐλευθερίας παραβέβλαπται, ἀλλ' ἀκίνητα μένει, τῆς φυσικῆς εὐγενείας ἀναιρεθῆναι μὴ δυναμένης ἀπὸ τῶν δουλικῶν ἔργων· ἐπειδήπερ οὐκ ἐξ ἁρπαγῆς αὐτὴν ἔχει, καθάπερ ὁ οἰκέτης, ἀλλ' ἄνωθεν καὶ ἐκ πρώτης αὐτῷ συγκληρωθεῖσαν ἡμέρας. Τοῦτο οὖν καὶ ὁ Παῦλος δηλῶν περὶ τοῦ Χριστοῦ φησιν, ὅτι ἐπειδὴ φύσει ἐλεύθερος ἦν καὶ γνήσιος υἱὸς, οὐχ ὡς ἁρπαγὴν λαβὼν τὴν ἰσότητα, ἐδέησεν αὐτὴν ἀποκρύψαι, ἀλλὰ θαῤῥῶν ἀνέλαβε τὴν δούλου μορφήν. Ἤδει γὰρ ᾔδει σαφῶς, ὅτι ἡ συγκατάβασις οὐδὲν αὐτοῦ τὴν δόξαν ἐλαττῶσαι δυνήσεται· οὐ γὰρ ἐπείσακτος ἦν, οὐδὲ κατὰ ἁρπαγὴν δοθεῖσα, οὐδὲ ἀλλοτρία καὶ μὴ προσήκουσα, ἀλλὰ φυσικὴ καὶ γνησία. ∆ιὰ τοῦτο δούλου μορφὴν ἔλαβεν, εἰδὼς σαφῶς καὶ πεπεισμένος, ὅτι οὐδὲν αὐτὸν τοῦτο παραβλάψαι δυνήσεται. Οὐκοῦν οὐδὲ παρέβλαψεν, ἀλλὰ καὶ ἐν τῇ τοῦ δούλου μορφῇ τὴν αὐτὴν ἔμεινε δόξαν ἔχων. Ὁρᾷς ὅτι καὶ αὐτὸ τὸ σάρκα ἀναλαβεῖν σημεῖόν ἐστι τοῦ τὸν Υἱὸν ἴσον εἶναι τῷ γεγεννηκότι, καὶ τοῦ τὴν ἰσότητα ταύτην οὐκ ἐπείσακτον εἶναι, οὐδὲ ἐπιγινομένην καὶ ἀπογινομένην, ἀλλ' ἀκίνητον καὶ βεβαίαν, καὶ οἵαν εἰκὸς ἔχειν υἱὸν πρὸς πατέρα; ζʹ. Ταῦτ' οὖν ἅπαντα πρὸς ἐκείνους λέγωμεν, καὶ σπουδάζωμεν, τό γε εἰς ἡμᾶς ἧκον, ἀπάγειν αὐτοὺς τῆς πονηρᾶς ἐκείνης αἱρέσεως, καὶ πρὸς τὴν ἀλήθειαν ἐπανάγειν. Καὶ ἡμεῖς δὲ αὐτοὶ μὴ τὴν πίστιν μόνην ἀρκεῖν ἡμῖν πρὸς σωτηρίαν νομίζωμεν, ἀλλὰ καὶ πολιτείας ἐπιμελώμεθα, καὶ βίον ἄριστον ἐπιδειξώμεθα, ἵν' ἑκατέρωθεν ἡμῖν ἀπηρτισμένα ᾖ τὰ τῆς ὠφελείας. Καὶ ὃ παρεκάλεσα πρῴην, τοῦτο καὶ νῦν, ὥστε κατορθῶσαι, παρακαλῶ· καὶ τὰς πρὸς ἀλλήλους ἔχθρας καταλύσωμεν, καὶ μιᾶς ἡμέρας μηδεὶς πλέον ἔστω τοῦ πλησίον ἐχθρὸς, ἀλλὰ πρὸ τῆς νυκτὸς καταλυέτω τὴν ὀργὴν, ἵνα μὴ καθ' ἑαυτὸν γενόμενος, καὶ τὰ γεγενημένα καὶ τὰ εἰρημένα παρὰ τῆς ἔχθρας συλλέγων μετὰ ἀκριβείας, χαλεπώτερον τὸ τέλος ἐργάσηται, καὶ δυσκολωτέραν ποιήσῃ τὴν καταλλαγήν. Καθάπερ γὰρ τὰ τοῦ σώματος ἡμῶν ὀστᾶ ἐξολισθήσαντα τῆς οἰκείας ἕδρας, ἂν μὲν εὐθέως ἐπανάγηται, οὐ μετὰ πολλοῦ πόνου τὴν οἰκείαν ἀπολαμβάνει χώραν· ἂν δὲ πολὺν ἔξω τῆς οἰκείας ἕδρας μείνῃ χρόνον, δυσκόλως ἐπανέρχεται πάλιν καὶ πρὸς τὴν οἰκείαν ἐπάνεισι χώραν, καὶ ἐπαναχθέντα δὲ πολλῶν δεῖται τῶν ἡμερῶν, ὥστε ἁρμοσθῆναι μετὰ ἀκριβείας καὶ ἑδρασθῆναι καὶ μεῖναι· οὕτω δὴ καὶ ἡμεῖς, ἂν μὲν εὐθέως τοῖς ἐχθροῖς καταλλαγῶμεν, εὐθέτως τε τοῦτο ποιοῦμεν, καὶ οὐ πολλῆς δεόμεθα σπουδῆς, ὥστε εἰς τὴν ἀρχαίαν φιλίαν ἐπανελθεῖν· ἐὰν δὲ πολὺς μεταξὺ γένηται χρόνος, ὥσπερ τυφλωθέντες ἀπὸ τῆς ἔχθρας, ἐρυθριῶμεν, αἰσχυνόμεθα, ἑτέρων δεόμε48.794 θα, οὐ τῶν συναγόντων δὲ μόνον, ἀλλὰ καὶ τῶν μετὰ τὴν ἐπάνοδον κατεχόντων ἡμᾶς μετὰ ἀκριβείας, ἕως ἂν τὴν προτέραν ἀναλάβωμεν παῤῥησίαν. Καὶ οὔπω λέγω τὸν γέλωτα καὶ τὴν αἰσχύνην. Πόσης γὰρ καταγνώσεως ἄξιον οὐκ ἂν εἴη, ἑτέρων δεῖσθαι τῶν συναγόντων ἡμᾶς πρὸς τὰ ἡμέτερα μέλη; Οὐ τοῦτο δὲ μόνον γίνεται τὸ δεινὸν τῇ μελλήσει καὶ τῇ ἀναβολῇ, ἀλλ' ὅτι καὶ τὰ οὐκ ὄντα ἁμαρτήματα, ἁμαρτήματα εἶναι δοκεῖ λοιπόν· κἂν ὁτιοῦν ὁ ἐχθρὸς φθέγξηται, πάντα μεθ' ὑποψίας δεχόμεθα, καὶ σχήματα, καὶ βλέμματα, καὶ φωνὴν, καὶ βάδισιν· καὶ γὰρ ὁρώμενος ἀναφλέγει τὴν πεπωρωμένην ψυχὴν, καὶ οὐχ ὁρώμενος ὁμοίως πάλιν λυπεῖ. Οὐ γὰρ δὴ μόνον ἡ ὄψις τῶν ἠδικηκότων, ἀλλὰ καὶ ἡ μνήμη διηνεκῶς ἡμᾶς ὀδυνᾷν εἴωθε, κἂν ἑτέρου τι περὶ