1

 2

 3

 4

 5

 6

 7

 8

8

Ἐλέησόν με, Κύριε, ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ἰδοὺ ἀλλόφυλος ἡ γυνὴ, καὶ βάρβαρος, καὶ τῆς πολιτείας τῆς Ἰουδαϊκῆς ἐκτός. Καὶ τί γὰρ ἕτερον ἢ κύων, καὶ ἀνάξιος τοῦ λαβεῖν τὴν αἴτησιν; Οὐ γάρ ἐστι, φησὶ, καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Ἀλλ' ὅμως ἀπὸ τῆς προσεδρείας γέγονεν ἀξία. Οὐ γὰρ μόνον εἰς τὴν τῶν παίδων αὐτὴν εὐγένειαν εἰσήγαγε, κύνα οὖσαν, ἀλλὰ καὶ μετὰ πολλῶν τῶν ἐγκωμίων ἐξέπεμψεν, εἰπών· Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Ὅταν δὲ ὁ Χριστὸς λέγῃ, Μεγάλη ἡ πίστις, μηδεμίαν ἑτέραν ἀπόδειξιν ζήτει τῆς μεγαλοψυχίας τῆς κατὰ τὴν γυναῖκα. Εἶδες πῶς ἐκ τῆς προσεδρείας γέγονεν 51.320 ἀξία, ἀναξία οὖσα ἡ γυνή; Βούλει μαθεῖν καὶ ὅτι δι' ἡμῶν αὐτῶν μᾶλλον, ἢ δι' ἑτέρων παρακαλοῦντες αὐτὸν ἀνύομεν; Ἔκραξεν αὕτη, καὶ προσελθόντες οἱ μαθηταὶ λέγουσιν· Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν· καὶ πρὸς μὲν ἐκείνους φησὶν, Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· ὅτε δὲ αὐτὴ δι' ἑαυτῆς προσῆλθε καὶ ἐπέμενε βοῶσα, καὶ λέγουσα· Ναὶ, Κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν· τότε τὴν χάριν ἔδωκε, καί φησι· Γενηθήτω σοι ὡς θέλεις. Εἶδες πῶς, ὅτε μὲν ἐκεῖνοι παρεκάλουν, διεκρούσατο· ὅτε δὲ αὐτὴ ἡ δεομένη τῆς δωρεᾶς ἐβόησεν, ἐπένευσεν; Ἐκείνοις μὲν γάρ φησιν, Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· ταύτῃ δὲ εἶπε, Μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Πάλιν παρὰ μὲν τὴν ἀρχὴν καὶ ἐν προοιμίῳ τῆς αἰτήσεως οὐδὲν ἀπεκρίνατο· ἐπειδὴ δὲ καὶ ἅπαξ καὶ δεύτερον καὶ τρὶς προσῆλθε, τότε τὴν χάριν ἔδωκε, διὰ τοῦ τέλους ἡμᾶς πείθων, ὅτι τὴν δόσιν ἀνεβάλετο, οὐχ ἵνα αὐτὴν διακρούσηται, ἀλλ' ἵνα πᾶσιν ἡμῖν δείξῃ τὴν ὑπομονὴν τῆς γυναικός. Εἰ γὰρ ἵνα αὐτὴν διακρούσηται ἀνεβάλετο, οὐδ' ἂν πρὸς τῷ τέλει ἔδωκεν· ἐπειδὴ δὲ ἀνέμενε δεῖξαι πᾶσιν αὐτῆς τὴν φιλοσοφίαν, διὰ τοῦτο ἐσίγα. Εἰ γὰρ εὐθέως ἔδωκε καὶ παρὰ τὴν ἀρχὴν, οὐκ ἂν ἔγνωμεν τὴν ἀνδρείαν τῆς γυναικός. Ἀπόλυσον αὐτὴν, φησὶν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Τί δὲ ὁ Χριστός; Ὑμεῖς φωνὴν ἀκούετε, ἐγὼ δὲ τὴν διάνοιαν ὁρῶ· οἶδα τί μέλλει λέγειν. Οὐ βούλομαι τὸν ἐγκεκρυμμένον αὐτῆς τῇ διανοίᾳ θησαυρὸν ἀφεῖναι λαθεῖν, ἀλλ' ἀναμένω καὶ σιγῶ, ἵνα αὐτὸν ἐκκαλύψας εἰς τὸ μέσον καταθῶμαι, καὶ πᾶσι ποιήσω φανερόν. ιγʹ. Ταῦτ' οὖν ἅπαντα μαθόντες, κἂν ἐν ἁμαρτήμασιν ὦμεν, καὶ τοῦ λαβεῖν ἀνάξιοι, μὴ ἀπογινώσκωμεν, εἰδότες ὅτι τῇ προσεδρείᾳ τῆς ψυχῆς δυνησόμεθα γενέσθαι τῆς αἰτήσεως ἄξιοι. Κἂν ἀπροστάτευτοι καὶ ἔρημοι ὦμεν, μὴ ἀπαγορεύωμεν, εἰδότες ὅτι μεγάλη προστασία, τὸ αὐτὸν δι' ἑαυτοῦ προσελθεῖν τῷ Θεῷ μετὰ προθυμίας πολλῆς. Κἂν μέλλῃ καὶ ἀναβάληται πρὸς τὴν δόσιν, μὴ ἀναπέσωμεν, μαθόντες ὅτι ἡ μέλλησις καὶ ἀναβολὴ κηδεμονίας καὶ φιλανθρωπίας ἐστὶ τεκμήριον. Ἂν οὕτως ὦμεν πεπεικότες ἑαυτοὺς, καὶ μετὰ ψυχῆς ὀδυνωμένης καὶ θερμῆς καὶ διεγηγερμένης προαιρέσεως, καὶ τοιαύτης οἵας ἡ Χαναναία προσῆλθεν, αὐτῷ προσίωμεν καὶ ἡμεῖς, κἂν κύνες ὦμεν, κἂν ὁτιοῦν εἰργασμένοι δεινὸν, καὶ τὰ οἰκεῖα ἀποκρουσόμεθα κακὰ, καὶ τοσαύτην ληψόμεθα παῤῥησίαν, ὡς καὶ ἑτέρων προστῆναι· ὃν τρόπον καὶ αὕτη ἡ Χαναναία οὐ μόνον αὐτὴ παῤῥησίας ἀπέλαυσε καὶ μυρίων ἐγκωμίων, ἀλλὰ καὶ τὸ θυγάτριον τῶν ἀφορήτων ἴσχυσεν ἐξαρπάσαι δεινῶν. Οὐδὲν γὰρ, οὐδὲν εὐχῆς δυνατώτερον πεπυρωμένης καὶ γνησίας.

Αὕτη καὶ τὰ παρόντα διαλύει δεινὰ, καὶ τῶν κατ' ἐκεῖνον τὸν καιρὸν συμβαινόντων ἐξαρπάζει κολάσεων. Ἵν' οὖν καὶ τὸν παρόντα βίον μετ' εὐκολίας διανύσωμεν, κἀκεῖ μετὰ παῤῥησίας ἀπέλθωμεν, πολλῇ σπουδῇ καὶ προθυμίᾳ ταύτην ἐπιτελέσωμεν διηνεκῶς. Οὕτω γὰρ δυνησόμεθα καὶ τῶν ἀποκειμένων τυχεῖν ἀγαθῶν, καὶ τῶν χρηστῶν ἀπολαύειν ἐλπίδων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ καὶ οἰκτιρμοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.