1

 2

 3

 4

 5

 6

 7

 8

4

τοῦ μέγαν τινὰ εἶναι καὶ περισπούδαστον ἐκεῖνον τῷ βασιλεῖ, οὐκ ἔγωγε οἶμαι· ἤρκει γὰρ ἡ τελευτὴ δεῖξαι τοῦ τετελευτηκότος τὴν περὶ αὐτὸν ἀγάπην. Νυνὶ δὲ οὐκ ἄνθρωπος, οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, ἀλλ' αὐτὸς ὁ τῶν οὐρανῶν ∆εσπότης, αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ σάρκα περιβαλόμενος ἐπέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν. Οὐ πάντα οὖν ποιήσομεν καὶ πραγματευσόμεθα, ὥστε τοὺς οὕτω τιμηθέντας ἀνθρώπους πάσης ἀπολαῦσαι παρ' ἡμῶν προνοίας; Καὶ ποίαν ἕξομεν ἀπολογίαν; τίνα συγγνώμην; Τοῦτο γοῦν αὐτὸ καὶ ὁ Παῦλος ἐνδεικνύμενος ἔλεγε· Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, δι' ὃν Χριστὸς ἀπέθανε. Τοὺς γὰρ καταφρονοῦντας τῶν ἀδελφῶν, καὶ ὡς ἀσθενούντων ὑπερορῶντας βουλόμενος ἐντρέψαι καὶ εἰς σπουδὴν ἀγαγεῖν καὶ πεῖσαι κήδεσθαι τῶν πλησίον, ἀντὶ πάντων τὸν τοῦ ∆εσπότου θάνατον τέθεικε. Καθήμενος τοίνυν ἐν τῷ δεσμωτηρίῳ τοῖς Φιλιππησίοις ἐπέστελλεν ἐκ τοσούτου τοῦ διαστήματος.

Τοιαύτη γὰρ ἡ κατὰ Θεὸν ἀγάπη· οὐδενὶ τῶν ἀνθρωπίνων διακόπτεται, ἄνωθεν ἔχουσα τὰς ῥίζας ἐκ τῶν οὐρανῶν καὶ τὰς ἀμοιβάς. Καὶ τί φησι; Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί. Εἶδες πρόνοιαν ὑπὲρ μαθητῶν; εἶδες διδασκάλου κηδεμονίαν; Ἄκουσον καὶ φιλοστοργίαν μαθητῶν περὶ τὸν διδάσκαλον, ἵνα ἴδῃς ὅτι τοῦτο ἦν τὸ ποιοῦν ἰσχυροὺς ἐκείνους καὶ ἀκαταγωνίστους, τὸ συνδεδέσθαι ἀλλήλοις. Εἰ γὰρ Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρὰ, πολλῷ μᾶλλον τοσοῦτοι συνδεδεμένοι τοῖς τῆς ἀγάπης δεσμοῖς, πᾶσαν ἂν ἀπεκρούσαντο τὴν τοῦ πονηροῦ δαίμονος ἐπιβουλήν. Ὅτι μὲν οὖν ὁ Παῦλος συνεδέδετο τοῖς μαθηταῖς, οὐδὲ ἀποδείξεως δεῖ λοιπὸν ἡμῖν, οὐδὲ λόγου, ὅπου γε καὶ δεδεμένος αὐτῶν ἐμερίμνα, καὶ καθ' ἑκάστην ἡμέραν καὶ ὑπὲρ αὐτῶν ἀπέθνησκε τῷ πόθῳ πυρούμενος.

ʹ. Ὅτι δὲ καὶ οἱ μαθηταὶ τῷ Παύλῳ συνδεδεμένοι μετὰ ἀκριβείας ἦσαν

ἁπάσης, καὶ οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες, ἄκουσον τί φησι περὶ τῆς Φοίβης· Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν, διάκονον οὖσαν τῆς Ἐκκλησίας τῆς ἐν Κεγχρέαις, ἵνα προσδέξησθε αὐτὴν ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ, ἐν ᾧ ἂν ὑμῶν πράγματι χρῄζῃ, ἥτις προστάτις πολλῶν ἐγενήθη, καὶ αὐτοῦ ἐμοῦ. Ἀλλ' ἐνταῦθα μὲν μέχρι προστασίας ἐμαρτύρησεν αὐτῇ τὴν σπουδήν· Πρίσκιλλα δὲ καὶ Ἀκύλας καὶ μέχρι θανάτου διὰ τὸν Παῦλον ἐχώρησαν, καὶ περὶ αὐτῶν δὲ οὕτω γράφει λέγων· Ἀσπάζονται ὑμᾶς Ἀκύλας καὶ Πρίσκιλλα, οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, εἰς θάνατον δηλονότι. Καὶ περὶ ἑτέρου πάλιν αὐτοῖς τούτοις γράφων, φησίν· Ὅτι ἤγγισεν ἕως θανάτου, παραβουλευσάμενος τῇ ψυχῇ, ἵνα τὸ ὑμῶν ὑστέρημα ἀναπληρώσῃ τῆς πρός με λειτουργίας. Εἶδες πῶς ἐφίλουν τὸν διδάσκαλον; πῶς πρὸ τῆς ψυχῆς τῆς ἑαυτῶν τὴν ἄνεσιν ἐσκόπουν τὴν ἐκείνου; ∆ιὰ τοῦτο οὐδεὶς αὐτῶν περιεγένετο τότε. Ταῦτα δὲ λέγω, οὐχ ἵνα ἀκούωμεν μόνον, ἀλλὰ ἵνα καὶ μι 51.316 μώμεθα· καὶ οὐ πρὸς τοὺς ἀρχομένους μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἄρχοντας ἡμῖν ὁ λόγος ἀποτείνεται, ἵνα καὶ οἱ μαθηταὶ πολλὴν περὶ τοὺς διδασκάλους κηδεμονίαν ἐπιδεικνύωνται, καὶ οἱ διδάσκαλοι τὴν αὐτὴν τῷ Παύλῳ φιλοστοργίαν περὶ τοὺς ὑποταττομένους ἔχωσιν, οὐχὶ τοὺς παρόντας μόνον, ἀλλὰ καὶ τοὺς πόῤῥωθεν ὄντας. Καὶ γὰρ ὁ Παῦλος καθάπερ μίαν οἰκῶν οἰκίαν τὴν οἰκουμένην ἅπασαν, οὕτω τῆς πάντων ἐφρόντιζε σωτηρίας, καὶ τὰ αὐτοῦ πάντα ἀφεὶς δεσμὰ καὶ θλίψεις καὶ πληγὰς καὶ στενοχωρίας, ἐπεσκόπει καὶ ἐπυνθάνετο καθ' ἑκάστην ἡμέραν, πῶς τὰ τῶν μαθητῶν ἔχοι· καὶ πολλάκις δι' αὐτὸ τοῦτο μόνον ἔπεμψε, νῦν μὲν Τιμόθεον, νῦν δὲ Τυχικόν· καὶ περὶ μὲν ἐκείνου φησίν· Ἵνα γνῷ τὰ περὶ ὑμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν· περὶ δὲ Τιμοθέου· Ἔπεμψα αὐτὸν πρὸς ὑμᾶς μηκέτι στέγων, μήπως ἐπείρασεν ὑμᾶς ὁ πειράζων· καὶ Τίτον πάλιν ἀλλαχοῦ, καὶ ἄλλον ἑτέρωσε. Ἐπειδὴ γὰρ αὐτὸς τῇ τῶν δεσμῶν ἀνάγκῃ