1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

8

ἠγωνίζοντο. Καὶ γὰρ ἠνεῴγει τὸ στάδιον, καὶ ὁ καιρὸς ἐκάλει πρὸς τὰ παλαίσματα· ὁ δὲ τῶν ἀγώνων τρόπος τοιόσδε ἐγένετο. Ἦλθον εἰς πόλιν Ἱεράπολιν καλουμένην, κἀκεῖθεν ἀληθῶς εἰς τὴν ἱερὰν πόλιν ἀνέδραμον διὰ τοιαύτης μηχανῆς. Ποταμὸς παρέῤῥει τὴν ὁδὸν ἐκείνην, καθ' ἣν ἐπανῄεσαν, καὶ λαθοῦσαι τοὺς στρατιώτας ἀριστοποιουμένους καὶ μεθύοντας· τινὲς δέ φασιν, ὅτι καὶ τὸν πατέρα λαβοῦσαι συνεργὸν πρὸς τὸ τοὺς στρατιώτας ἀπατῆσαι, καὶ πείθομαι· τάχα γὰρ διὰ τοῦτο ταῦτα ἔπραξεν, ἵνα τινὰ ἀπολογίαν μικρὰν γοῦν διὰ τῆς προδοσίας ταύτης δυνηθῇ προαποθέσθαι ἑαυτῷ εἰς τὴν ἡμέραν τῆς κρίσεως, τὸ συμπρᾶξαι, καὶ βοηθῆσαι, καὶ εὐκολώτερον ποιῆσαι τὸν ἐπὶ τὸ μαρτύριον δρόμον· λαβοῦσαι τοίνυν αὐτὸν συνεργὸν, καὶ δι' ἐκείνου δυνηθεῖσαι παρακρούσασθαι τοὺς στρατιώτας, εἰσῆλθον εἰς τὸν ποταμὸν μέσον, καὶ ἀφῆκαν ἑαυτὰς κατὰ τῶν ῥευμάτων ἐκείνων. Εἰσῆλθε μήτηρ μετὰ δύο θυγατέρων ἀκουέτωσαν καὶ μητέρες καὶ παρθένοι, καὶ αἱ μὲν οὕτω πειθέσθωσαν μητράσιν, αἱ δὲ οὕτω παιδευέτωσαν θυγατέρας, οὕτω φιλείτωσαν τὰ παιδία· εἰσῆλθε τοίνυν μέση ἡ μήτηρ, ἑκατέρωθεν κατέχουσα τὰς θυγατέρας, ἡ τὸν ἄνδρα ἔχουσα μέσον τῶν ἀπειρογάμων, καὶ ἦν τῆς παρθενίας μέσος ὁ γάμος, καὶ μέσος αὐτῶν ὁ Χριστός. Καθάπερ οὖν ῥίζα δένδρου δύο βλαστοὺς ἔχουσα ἑκατέρωθεν ἑστῶτας, οὕτω καὶ ἡ μακαρία τότε ἐκείνη ἑκατέρωθεν αὐτῆς ἔχουσα τὰς παρθένους εἰσῄει, καὶ κατὰ τῶν ὑδάτων αὐτὰς ἠφίει, καὶ ἀπεπνίγοντο οὕτω· μᾶλλον δὲ οὐκ ἀπεπνίγοντο, ἀλλ' ἐβαπτίζοντο βάπτισμα καινὸν καὶ παράδοξον. Καὶ εἰ βούλει μαθεῖν, ὅτι βάπτισμα ἦν σαφὲς τὸ τότε γενόμενον, ἄκουσον πῶς ὁ Χριστὸς τὸν θάνατον τὸν ἑαυτοῦ βάπτισμα καλεῖ.

Τοῖς γὰρ τοῦ Ζεβεδαίου παισὶ διαλεγόμενος, Τὸ μὲν ποτήριόν μου πίεσθε, φησὶ, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε. Ποῖον δὲ βάπτισμα ἐβαπτίσθη ὁ Χριστὸς μετὰ τὸ Ἰωάννου βάπτισμα, ἀλλ' ἢ τὸν θάνατον καὶ τὸν σταυρόν; Ὥσπερ οὖν Ἰάκωβος οὐχὶ σταυρωθεὶς, ἀλλὰ μαχαίρᾳ τὴν κεφαλὴν ἀποθέμενος τὸ βάπτισμα ἐβαπτίσθη τοῦ Χριστοῦ, οὕτω καὶ αὗται, εἰ καὶ μὴ ἐσταυρώθησαν, ἀλλὰ δι' ὕδατος τελειωθεῖσαι τὸ βάπτισμα ἐβαπτίσθησαν τοῦ Χριστοῦ· ἐβάπτισε δὲ αὐτὰς ἡ μήτηρ. Τί λέγεις; γυνὴ βαπτίζει; 50.639 Ναὶ, τὰ τοιαῦτα βαπτίσματα καὶ γυναῖκες βαπτίζουσι, καθάπερ οὖν καὶ ἐκείνη τότε καὶ ἐβάπτισε, καὶ ἱέρεια γέγονε· καὶ γὰρ θύματα προσήγαγε λογικὰ, καὶ χειροτονία αὐτῇ ἡ προαίρεσις γέγονε· καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὐκ ἐδεήθη θυσιαστηρίου θύουσα, οὐδὲ ξύλων, οὐδὲ πυρὸς, οὐδὲ μαχαίρας· πάντα γὰρ ἐγένετο ὁ ποταμὸς, καὶ θυσιαστήριον, καὶ ξύλα, καὶ μάχαιρα, καὶ πῦρ, καὶ θυσία, καὶ βάπτισμα, βάπτισμα πολλῷ τούτου τοῦ βαπτίσματος σαφέστερον. Περὶ μὲν γὰρ τούτου φησὶ Παῦλος· Σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ· περὶ δὲ τοῦ βαπτίσματος τῶν μαρτύρων οὐκ ἔτι τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ λέγει, ἀλλ' ὅτι συμμορφούμεθα τῷ θανάτῳ αὐτοῦ. Εἰσῆγε τοίνυν τὰς θυγατέρας ἡ μήτηρ, οὐχ ὡς εἰς ποταμὸν μέλλουσα εἰσάγειν, ἀλλ' ὥσπερ εἰς τὰς ἱερὰς αὐτὰς παστάδας χειραγωγοῦσα· εἰσῆγεν ἑκατέρωθεν κατέχουσα καὶ λέγουσα· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἃ ἐμοὶ ἔδωκεν ὁ Θεός· σύ μοι αὐτὰ ἔδωκας, σοὶ αὐτὰ παρακατατίθεμαι, τὰ ἐμαυτῆς καὶ ἐμαυτήν. Καὶ οὕτω διπλοῦν ἐγένετο τὸ τῆς γυναικὸς μαρτύριον, μᾶλλον δὲ τριπλοῦν· διὰ μὲν γὰρ ἑαυτῆς ἅπαξ, διὰ δὲ τῶν δύο θυγατέρων δὶς ἐμαρτύρησε· καὶ ὥσπερ ἡνίκα ἑαυτὴν ἀφιέναι ἔμελλε, πολλῆς αὐτῇ τῆς ὑπομονῆς ἔδει, οὕτω καὶ ὅτε τὰ παιδία μεθ' ἑαυτῆς εἷλκεν. ἑτέρας τοσαύτης ἔχρῃζεν ὑπομονῆς, μᾶλλον δὲ πολλῷ πλείονος· οὐ γὰρ οὕτως αἱ γυναῖκες ἀλγεῖν εἰώθασιν, ἐπειδὰν αὐταὶ μέλλωσι τελευτᾷν, ὡς ὅταν αἱ θυγατέρες αὐτῶν τοῦτο πάσχωσιν. Ὥστε μειζόνως διὰ τῶν θυγατέρων ἐμαρτύρησεν αὕτη, καὶ πρὸς αὐτὴν ἀπεδύσατο τῆς φύσεως τὴν τυραννίδα, καὶ πρὸς τὴν φλόγα τῶν ὠδίνων ἔστη, καὶ πρὸς τὴν ἀφόρητον τῶν σπλάγχνων ταραχὴν, καὶ πρὸς τὸν τῆς μήτρας θόρυβον. Εἰ γὰρ θυγατέρα μίαν τις ἀποθνήσκουσαν ὁρῶσα ἀβίωτον ἡγεῖται τὸν βίον, αὕτη τὰς