8
αὐτοῦ πάλιν, τοὺς Ἰσραηλίτας ἀπὸ τῶν ἐκγόνων, καὶ ἑτέρους μυρίους, καὶ διὰ τοῦ Ἰακὼβ ἑτέρους, τοὺς ἐν τῇ Μέσῃ τῶν ποταμῶν. 55.49 Εἶδες ἅπασαν τὴν οἰκουμένην παιδευομένην, εἴγε ἤθελον, ἀπὸ τῶν ἁγίων; Καὶ πρὸ τούτων δὲ ὁ κατακλυσμὸς, ἡ τῶν γλωσσῶν διάχυσις, ἱκανὰ διαναστῆσαι αὐτῶν τὴν διάνοιαν. Ἵνα γὰρ μὴ διὰ τὸν χρόνον εἰς λήθην ἐμπέσῃ τὸ συμβὰν, ὁ τόπος λαμβάνει τὴν προσηγορίαν, καὶ Βαβυλὼν ἐντεῦθεν λέγεται, ἀπὸ τῆς συγχύσεως τῶν γλωττῶν, ἵνα ὁ ἀκροατὴς ἀπὸ τῆς προσηγορίας ὁδηγούμενος, ἐπὶ τὴν ἀρχὴν ἔλθῃ τῶν συμβάντων, καὶ μάθῃ τοῦ Θεοῦ τὴν ἰσχύν. Οὕτω καὶ οἱ τὴν δύσιν οἰκοῦντες πάντες πάντα ἐμάνθανον, κατ' ἐμπορίαν Αἰγυπτίοις συγγινόμενοι. Ἄλλως δὲ ἐν ἀρχαῖς καὶ ἐν προοιμίοις οὐδὲ πολλὰ ἔθνη κατὰ τὸ μέρος τῆς οἰκουμένης ἐκεῖνο ἦν· ἀλλ' ἡ πολυανθρωπία καὶ ἡ πολυοχλία ἐν τοῖς μέρεσι τοῖς κατὰ τὴν ἀνατολὴν συνειστήκει. Καὶ γὰρ καὶ ὁ Ἀδὰμ ἐκεῖθεν ἐξῆλθε, καὶ τὰ γένη τοῦ Νῶε ἐκεῖ διέτριβε, καὶ μετὰ τὸν πύργον ἐκεῖ ἦσαν, καὶ ἀνεστρέφοντο ἐπὶ πλεῖον κατὰ ἀνατολάς. Ἀλλ' ὅμως καθ' ἑκάστην γενεὰν διδασκάλους αὐτοῖς κατέστησεν ὁ Θεὸς, τὸν Νῶε, τὸν Ἀβραὰμ, τὸν Ἰσαὰκ, τὸν Ἰακὼβ, τὸ Μελχισεδέκ. ∆ιὸ καὶ ὁ προφήτης οὗτος ἀπὸ τῶν εἰς τοὺς ἁγίους γενομένων ἀνάγει τοὺς ἐν πονηρίᾳ ζῶντας, λέγων· Γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ. Τί ἐστιν, Ἐθαυμάστωσε; Θαυμαστὸν ἐποίησεν, ἐπίσημον, λαμπρὸν, περιφανῆ τὸν ἀνακείμενον αὐτῷ. Ἀπὸ τοῦ δούλου τοίνυν καὶ τῶν εἰς αὐτὸν συμβαινόντων μάθετε τοῦ ∆εσπότου τὴν δύναμιν. Οὐκ εἶπε, ∆έδωκεν ἀγαθὸν, μόνον, ἀλλ', Ἐθαυμάστωσε, δηλῶν ὅτι δέδωκε μετὰ πολλοῦ τοῦ θαύματος, μετὰ πολλῆς τῆς παραδοξοποιίας. Οὕτω καὶ ἐπὶ τοῦ Ἀβραὰμ γέγονεν. Οὐ γὰρ μόνον τὴν γυναῖκα ἔδωκεν ἀνέπαφον, ἀλλὰ καὶ θαυμαστὸν αὐτὸν παρεσκεύασεν· ὡς μὴ μόνον ἐν τῷ μὴ παθεῖν τι δεινὸν εἶναι αὐτῷ τὴν δωρεὰν, ἀλλὰ καὶ ἐν τῷ λαμπρὸν γενέσθαι κατὰ τὴν Αἴγυπτον. Τὸ μὲν γὰρ διὰ τὴν αὐτοῦ δικαιοσύνην ἐγένετο, τὸ μηδὲν ἀηδὲς παθεῖν· τὸ δὲ διὰ τὴν ἐκείνων ὠφέλειαν, τὸ μετὰ παραδοξοποιίας ἐκεῖθεν ἐπανελθεῖν. Τοῦτο ἐπὶ τῶν τριῶν παίδων, τοῦτο ἐπὶ τῶν λεόντων συνέβη, τοῦτο ἐπὶ τοῦ κήτους καὶ τοῦ Ἰωνᾶ, καὶ πανταχοῦ μετὰ θαύματος σώζει, οὐχ ἁπλῶς πάντας, ἀλλὰ τὸν ὅσιον. ζʹ. Εἶδες πῶς μετὰ τῆς θεογνωσίας, καὶ βίου ἀκριβοῦς παραίνεσιν ποιεῖται, παιδεύων μὴ μόνον ἐν τῇ χρηστότητι τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐν τῇ τῶν οἰκείων ἔργων ἀρετῇ τὰς ἐλπίδας ἔχειν τῆς σωτηρίας; Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν, Εἰπὼν ὅτι ἐθαυμάστωσεν, οὐχ ἵσταται μέχρι τούτων, ἀλλὰ καὶ ἕτερον εὐημερίας εἶδος λέγει. Ποῖον δὴ τοῦτο; Τὸ διηνεκῶς ἔχειν τὸν Θεὸν σύμμαχον καὶ βοηθὸν, καὶ πανταχοῦ παριστάμενον. Οὐ γὰρ ἅπαξ τοῦτο ποιεῖ καὶ δὶς καὶ τρὶς, ἀλλὰ διηνεκῶς, φησὶν, ἐὰν αὐτὸν καλῶμεν· καὶ ὅρα πάλιν κἀνταῦθα τὸ τάχος. Ὥσπερ γὰρ ἄνω ἔλεγεν, Ἐν τῷ ἐπικαλεῖσθαί με, εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου· οὕτω καὶ ἐνταῦθα, Ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. Πῶς οὖν οὐκ ἀκούονται πολλοὶ, φησί; ∆ιὰ τὸ ἀσύμφορα αἰτεῖν. Ἐνταῦθα γὰρ τὸ μὴ ἀκουσθῆναι τοῦ ἀκουσθῆναι βέλτιον. Ὥστε κἂν ἀκουώμεθα, μὴ διὰ τοῦτο χαίρωμεν· ἀλλὰ καὶ ὅταν μὴ ἀκουώμεθα, καὶ διὰ τοῦτο δοξάζωμεν. Ἢ γὰρ ἀσύμφορα αἰτοῦντες οὐκ ἀκουόμεθα, καὶ τῷ μὴ λαβεῖν κερδαίνομεν· 55.50 ἢ ῥᾳθύμως αἰτοῦμεν, καὶ τῇ μελλήσει τῆς δόσεως τὴν προσεδρίαν ἡμῖν ὁ Θεὸς σοφίζεται· καὶ τοῦτο δὲ οὐ μικρὸν κέρδος. Εἰ γὰρ ὑμεῖς, φησὶν, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πολλῷ μᾶλλον ὁ Θεὸς ἡμῶν, ἐπιστάμενος τὸ δοῦναι, καὶ τὸ πότε δοῦναι, καὶ τὸ τί δοῦναι. Ἐπεὶ καὶ Παῦλος ᾔτησε, καὶ οὐκ ἔλαβεν· ἀσύμφορον γὰρ ᾔτει· καὶ Μωϋσῆς, καὶ οὐδὲ ἐκείνῳ ἐπένευσεν ὁ Θεός. Μὴ τοίνυν ἀποστῶμεν, ὅταν μὴ