8
χήρα, καὶ παίδων ἐπεμελεῖτο πολλῶν, καὶ λιμὸν ἐπικίνδυνον ἑώρα καὶ θάνατον προσδοκώμενον, καὶ ἄνθρωπον ἀγνῶτα ὑποδέχεσθαι ἔμελλε καὶ τὸν ἐπαγαγόντα τὸν λιμὸν, καὶ οὐδὲ οὕτως ἐφείσατο τῆς δρακός· ἡμεῖς 51.347 δὲ καὶ προφητείας μετεσχηκότες, καὶ θεϊκῶν ἀπολαύοντες διδαγμάτων, καὶ πολλὰ περὶ τῶν μελλόντων φιλοσοφεῖν ἔχοντες, καὶ οὐδὲ λιμὸν ὁρῶντες ἐπικείμενον, καὶ πολὺ πλείονα κεκτημένοι τῆς γυναικὸς, ποίαν δυνησόμεθα ἀπολογίαν προβαλέσθαι φειδόμενοι τῶν ὄντων, καὶ τῆς ἑαυτῶν σωτηρίας ἀφειδοῦντες; Ὅπως ἂν οὖν τὰ χαλεπὰ ἐκεῖνα κολαστήρια ἐκφύ 51.348 γωμεν, πᾶσαν εὐσπλαγχνίαν εἰς τοὺς πένητας ἐπιδειξώμεθα, ἵνα καὶ ἡμεῖς τῶν μελλόντων ἀγαθῶν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ δόξα τῷ Πατρὶ, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.