1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

8

εἰκόνα σωματικῶς ἐμορφοῦτο, πνευματικὴν μὲν ἔχων τὴν ἀνατολήν, σωματικὴν δὲ προσλαμβάνων τὴν μόρφωσιν. 45.4 ∆ιὸ καὶ μυστικώτατα αὐτὸν ἡ γραφὴ ἐπεσημήνατο· "Ἰδοὺ" γάρ φησιν "ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ", ἀνατολὴ μὲν ὡς ἐν πνεύματι, ἀνὴρ δὲ ὡς ἐν σώματι· "Πνεῦμα γὰρ Κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεν νώμενον ἅγιον κληθήσεται υἱὸς ὑψίστου"· παρα δόξου δὲ καὶ θείας οὔσης τῆς γενέσεως, εἰκότως καὶ τὸ πνεῦμα τεθαύμακε λέγον· "Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;" 46.1 Τεσσάρων δὲ ὄντων τῶν τῆς θεότητος ἡγεμονικῶν ὀνομάτων, δι' ὧν μάλιστα τὸ θεῖον πνεῦμα πιστεύεται, κυριότητος καὶ θεότητος, υἱότητος καὶ βασιλείας αἰωνίου, ὅρα μὴ μόνον ταύτας τὰς ἀρετὰς καὶ δόξας λαβεῖν ἐτιμήθη. Καὶ πρῶτόν γε ὅρα αὐτοῦ τὸν Κύριον. "Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου". Ὁρᾷς αὐτοῦ τὰ παρὰ τοῦ Κυρίου τὸν Κύριον, ὅρα καὶ τὸν υἱὸν αὐτοῦ· "Αὐτός με ἐπικαλέσεται πατέρα κᾀγὼ θήσομαι αὐτὸν πρωτότοκον", καί· "Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου". Ὁρᾷς αὐτοῦ τὸν υἱὸν καὶ πρωτότοκον καὶ μονογενῆ, ὅρα καὶ τὸν Θεόν· "Ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ ἐν σοὶ προσεύξονται καὶ ἐν σοὶ προσκυνήσουσι καὶ ἀκο λουθήσουσιν ἐν χειροπέδαις δεδεμένοι, σὺ γὰρ εἶ ὁ Θεός, ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν". Εἶδες αὐτοῦ τὸν θεόν, ἴδε αὐτοῦ καὶ τὸν βασιλέα αἰώνιον· "Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν. ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου". Ἑώρακας αὐτοῦ τὸν βασι λέα, ὅρα μετὰ τοῦ βασιλέως καὶ τὸν τῶν δυνάμεων Κύριον· "Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης". Ὁρᾷς αὐτοῦ μετὰ τοῦ βασιλέως καὶ τὸν τῶν δυνάμεων Κύριον, ἴδε ἐκ περιόντων αὐτοῦ καὶ τὸν ἀρχιερέα αἰώνιον· "Ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα".

46.2 Εἰ δὲ καὶ Κύριος καὶ Θεὸς καὶ υἱὸς καὶ βασιλεὺς καὶ Κύριος τῶν

δυνάμεων καὶ ἀρχιερεὺς αἰώνιος, ὅτε θέλει "καὶ ἄνθρωπός ἐστι καὶ τίς γνώσεται αὐτόν;" Τὸ δὲ "καὶ ἄνθρωπος" δηλόνοτι καὶ προϋπαρχόντως ὅτι καὶ Θεός. Καὶ ἵνα μὴ κατὰ τὰς τῶν ἀνθρώπων δόξας αὐτόματον καὶ χωρὶς γενέσεως φάσμα ἢ πνεῦμα τῇ γῇ ἐπιδεδημηκέναι δόξῃ, ἄκουε αὐτοῦ καὶ τὸ παιδίον γενόμενον· "Ἀκούσατε δὴ οἶκος ∆αυίδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; ∆ίδωσι Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ", καί· "Ἤθελον εἰ ἐγενήθησαν πυρίκαυστοι· διότι παιδίον ἐγεννήθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμ βουλος, Θεὸς ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος". 47.1 Θεὸς μὲν δὴ καὶ ἄνθρωπος οὗτος ὁ μέγας Ἰησοῦς ἐπεδήμησεν ἡμῖν, ἀπιστείτω μηδείς, καὶ πνεῦμα ἡγεμονικὸν ἐχωρήθη ὑπὸ ἀνθρώπου σώματος.

47.2 Καὶ γὰρ τὴν πρώτην τοῦ πατρὸς πνοὴν τὴν μυστικὴν ἐχώρησεν Ἀδὰμ ἔτι

γῆ καὶ πηλὸς ὤν, οὐ γὰρ βλάπτεται τὸ θεῖον πνεῦμα τῷ σώματι βουλῇ Θεοῦ συνῆφθαι· εἰ δὲ ὁ πρῶτος χοῦς τὸ ἱερὸν ἐχώρει πνεῦμα, ἐψυχώμενον σῶμα τὴν ἀθάνατον Χριστοῦ ἐχώρησε ζωήν. 47.3 Εἰ μὲν οὖν πνεῦμα μόνον ἐπεδήμησε τῇ ἁμαρτίᾳ καὶ τῷ θανάτῳ δεδουλώμενον, περισσὴ ἂν ἦν οὕτως ἡ μεγάλη τοῦ σώματος ἐπιδημία, μήτε τῆς ἁμαρτίας μήτε τοῦ θανάτου νενικημένου· ἔδει δὲ καὶ τὴν ἁμαρτίαν ἀναιρεθῆναι καὶ τὸ σῶμα ἐλευθερωθῆναι. 47.4 Καὶ διὰ τοῦτο "αὐτὸς ἁμαρ τίαν οὐκ ἐποίησεν οὐδὲ δόλος εὑρέθη ἐν τῷ στό ματι αὐτοῦ". 48.1 Αὐτὸς οὖν τὸ