8
τῆς σωφροσύνης τὸν Θεὸν ἐπισπώμενος εἰς τὴν τῆς οἰκίας ἁπάσης εὔνοιάν τε καὶ προστασίαν. Οὕτως ἐλάμβανον οἱ γενναῖοι τῶν παλαιῶν ἀνδρῶν γυναῖκας, ψυχῆς εὐγένειαν ἐπιζητοῦντες, καὶ οὐκ εὐπορίαν χρημάτων. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, παραδείγματος ἕνεκεν, ἑνὸς ἐπιμνησθήσομαι γάμου· Καὶ Ἀβραὰμ πρεσβύτερος ἦν καὶ προβεβηκὼς ἡμερῶν, φησὶ, καὶ εἶπε τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ, τῷ ἄρχοντι τῶν αὐτοῦ πάντων· Θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθ' ὧν ἐγὼ οἰκῶ μετ' αὐτῶν, ἀλλ' εἰς τὴν γῆν μου οὗ ἐγεννήθην, πορεύσῃ, καὶ εἰς τὴν φυλήν μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν. Εἶδες τοῦ δικαίου τὴν ἀρετὴν, πόσην ὑπὲρ γάμου πρόνοιαν ἐποιήσατο; Οὐ γὰρ δὴ μαστρωποὺς καλέσας γυναῖκας, καθάπερ οἱ νῦν, οὐδὲ προμνηστρίας, οὐδὲ γραΐδια μυθεύοντα, ἀλλὰ τὸν οἰκέτην τὸν ἑαυτοῦ, τούτῳ τὸ πρᾶγμα ἐνεχείρισεν· ὃ καὶ αὐτὸ τῆς εὐλαβείας τοῦ πατριάρχου μέγιστόν ἐστι σημεῖον, ὅτι τοιοῦτον κατεσκεύασε τὸν οἰκέτην, ὡς καὶ τοιούτου πράγματος νομίσαι ἀξιόπιστον εἶναι διάκονον. Εἶτα γυναῖκα ζητεῖ, οὐκ εὔπορον, οὐδὲ εὔμορφον, ἀλλ' εὐγενῆ τοῖς τρόποις, καὶ διὰ τοῦτο τοσαύτην ὁδὸν ἀποδημίας προπέμπει. Ὅρα δὲ καὶ τοῦ οἰκέτου τὴν εὐγνωμοσύνην· οὐδὲ γὰρ εἶπε, Τί ποτε τοῦτό ἐστιν; ἔθνη τοσαῦτα πλησίον ἡμῶν, εὐπόρων ἀνδρῶν θυγατέρες τοσαῦται, ἐπισήμων καὶ περιφανῶν· σὺ δὲ εἰς μακρὰν οὕτω πέμπεις γῆν, πρὸς ἀνθρώπους ἀγνῶτας· τίνι διαλέξομαι; τίς με εἴσεται; τί δὲ, ἂν δόλον μοι ῥάψωσιν, ἂν ἀπάτην ἐργάσωνται; οὐδὲν γὰρ οὕτως εὐεπιχείρητον, ὡς ξένος. Οὐδὲν τούτων εἶπεν, ἀλλὰ ταῦτα ἅπαντα παριδὼν, ὃ μάλιστά ἐστιν ὑπιδέσθαι, τοῦτο ὑπείδετο, ἀπὸ μὲν τοῦ μηδὲν ἐκείνῳ ἀντειπεῖν τὴν ὑπακοὴν ἐπιδεικνύμενος, ἀπὸ δὲ τοῦ μόνον ἐκεῖνο ἐρέσθαι, ὃ μάλιστα πάντων ζητῆσαι ἔδει, τὴν σύνεσιν τὴν αὐτοῦ καὶ πρόνοιαν δηλῶν. Τί ποτ' οὖν ἐστι τοῦτο; καὶ τί τὸν δεσπότην ἤρετο τὸν ἑαυτοῦ; Ἐὰν δὲ μὴ βουληθῇ, φησὶν, ἡ γυνὴ πορευθῆναι μετ' ἐμοῦ, ἀποστρέψω τὸν υἱόν σου εἰς τὴν γῆν, ὅθεν ἐξῆλθες; Εἶτα ὁ Ἀβραάμ· Μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ. Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ ἐκ τῆς γῆς, ἧς ἐγεννήθην, ὃς ἐλάλησέ μοι καὶ ὤμοσέ μοι λέγων· Σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου, καὶ κατευοδώσει τὴν ὁδόν σου. Ὁρᾷς πίστιν ἀνδρός; Οὐ παρεκάλεσε φίλους, ἢ συγγενεῖς, οὐκ ἄλλον οὐδένα, ἀλλὰ τὸν Θεὸν ἔδωκεν αὐτῷ μεσίτην καὶ συνοδοιπόρον. Εἶτα βουλόμενος παραθαρσῦναι τὸν οἰκέτην, οὐχ ἁπλῶς εἶπε, Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἀλλὰ προστίθησιν, Ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Ἀναμνήσθητι, φησὶ, πῶς τοσαύτην ἤλθομεν 51.234 ἀποδημίαν, πῶς τὴν οἰκείαν ἀφέντες ἐπὶ τῆς ἀλλοτρίας πλείονος ἀπελαύσαμεν εὐημερίας, πῶς τὰ ἀδύνατα γέγονε δυνατά. Οὐ τοῦτο δὲ μόνον βουλόμενος δηλῶσαι ἔλεγεν, Ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου, ἀλλ' ὅτι καὶ ὀφειλέτην ἔχει τὸν Θεόν. Χρεώστης, φησὶν, ἡμῖν ἐστιν· αὐτὸς εἶπε, Σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου. Ὥστε εἰ καὶ ἡμεῖς ἀνάξιοι, διὰ γοῦν τὴν ὑπόσχεσιν αὐτὸς τὴν ἑαυτοῦ, καὶ ἵνα αὐτὴν εἰς τέλος ἀγάγῃ, συμπαρέσται, καὶ ἐξευμαριεῖ τὰ προκείμενα ἅπαντα, καὶ τέλος ἐπιθήσει τούτου οὗπερ εὐχόμεθα. Ταῦτα εἰπὼν ἔπεμψε τὸν παῖδα. Εἶτα ἐλθὼν ἐκεῖνος εἰς τὴν χώραν ἐκείνην, οὐ προσῆλθέ τινι τῶν τὴν πόλιν οἰκούντων, οὐ διελέχθη ἀνθρώποις, οὐκ ἐκάλεσε γυναῖκας· ἀλλ' ὅρα πῶς καὶ ἐκεῖνος πιστὸς ὢν, τὸν μεσίτην, ὃν ἔλαβεν, αὐτὸν κατεῖχεν, αὐτῷ διελέγετο μόνῳ, καὶ στὰς ηὔξατο, φησὶ, Καὶ εἶπε, Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, εὐόδωσον ἐναντίον μου σήμερον· καὶ οὐκ εἶπε, Κύριε ὁ Θεός μου, ἀλλὰ τί; Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραάμ. Εἰ καὶ ἐγὼ εὐτελὴς καὶ ἀπεῤῥιμμένος, φησὶν,