τετράδια ὄπισθεν τῶν τριῶν ζευκτῶν ἀποκαταστήσει, ὁρᾶν τὸ πρῶτον τετράδιον τὸ τρίτον ζευκτόν, τὸ δὲ δεύτερον τετράδιον ὡσαύτως ὁρᾶν τὸ πρῶτον· τὸ δὲ τρίτον τετράδιον τὸ ἀκόλουθον τοῦ δευτέρου ἓξ ἐχέτω ἄνδρας, ἵνα οἱ ἐξ αὐτῶν δύο τὰ ὑπὸ ζευκτοῦ μηνυόμενα ἀποκομίζωσι τῷ τουρμάρχῃ, ὁ δὲ τουρμάρχης τῷ στρατηγῷ. 9.5 Ἐὰν γὰρ ὀξύτερον βαδίζωσιν οἱ πολέμιοι, ὀφείλει μηνύειν τὸ πρῶτον ζευκτὸν περὶ τούτου, ἵνα καὶ ὁ τουρμάρχης καὶ ὁ στρατηγὸς ὀξύτερον καὶ αὐτοὶ βαδίζωσι καὶ μὴ ἐπὶ πολὺ μακρύνωσι τῶν πολεμίων, εἰ δὲ σχολαιότερον πάλιν βαδίζουσιν οἱ πολέμιοι, καὶ ὁ τουρμάρχης καὶ ὁ στρατηγὸς ὡσαύτως σχολαιότερον περιπατείτωσαν, ἵνα μήτε πλησίον γινόμενοι διαγινώσκωνται, μήτε μακρυνόμενοι οὔτε τὴν τῶν ἐπακολουθούντων διοίκησιν ἐπιγινώσκωσιν οὔτε παρ' ἐκείνων ἐπιγινώσκωνται, ὅπερ οὐ τὴν τυχοῦσαν ἐπάγει βλάβην. 9.6 Ἄλλως τε δὲ καὶ τῶν πολεμίων ἀπληκευόντων πρὸς τὸ ταγίσαι τοὺς ἵππους καὶ περὶ τούτου καταμηνυόμενος ὁ στρατηγός, καὶ αὐτὸς ἐν ἐπιτηδείῳ τόπῳ ἀπληκευέτω πρὸς τὸ τοὺς ἵππους ταγίσαι, ἐξώβιγλα ἀποστέλλων εἰς φυλακὴν ἑαυτοῦ. Καὶ ἡνίκα πάλιν τὴν κίνησιν τῶν πολεμίων καταμηνυθῇ, παραυτίκα καὶ αὐτὸς κινήσει ἐπακολουθῶν, ἔνθεν κἀκεῖθεν ἑαυτοῦ ἀποστέλλων ἀνὰ τριάκοντα ἱππεῖς, μὴ πόρρω ἀλλὰ σύνεγγυς, τὰς τοῦ λαοῦ αὐτοῦ φωνὰς ἐνωτιζομένους. Καὶ ὄπισθεν αὐτοῦ ἐπακολουθοῦντα ἄρχοντα ἐχέτω μεθ' ἱππέων, οὓς δὴ σάκα ὀνομάζουσι. 9.7 Μήκοθεν δὲ ὁδοιπορείτω ὁ στρατηγὸς καὶ πᾶσαν ποιείτω ἀσφάλειαν τοῦ μὴ διαγνωσθῆναι ὡς ὄπισθεν αὐτοῖς ἐπακολουθεῖ· ἀλλ' ἀσφαλῶς μὲν περιπατεῖν καὶ τοὺς πλησίον τῶν πολεμίων ἀκολουθοῦντας παραγγέλλειν τοῦ ἀκριβῶς ἀποσκοπεῖν, μὴ λόχους τινὰς οἱ πολέμιοι καταλείψωσιν εἰς ἐνέδραν τῶν ἐπακολουθούντων αὐτοῖς καὶ αὐτοῦ τοῦ στρατηγοῦ, ὅπερ παρὰ τῶν Ταρσιτῶν πολλάκις γέγονε. Καὶ ἐπακολουθοῦντος αὐτοῖς τοῦ τουρμάρχου καὶ μὴ ἀκριβῶς τοὺς ἔμπροσθεν σκοποῦντος ῥύακας καὶ τοὺς τόπους τοὺς δυναμένους λαὸν ἀποκρύπτειν, ἀπροόπτως τῇ ἐνέδρᾳ τούτων περιπεπτώκασι. ∆ιὰ ταῦτα πολλῆς δεῖται ἀγχινοίας καὶ ἀκριβείας ὁ ἐπακολουθῶν, ἵνα μὴ τοιοῦτόν τι συμβῇ γενέσθαι. 9.8 Πρὸ δὲ τοῦ διαυγάσαι δεῖ τὸν στρατηγόν, ἐπειδὴ ἔγνω τὸ ἐν ποίοις τόποις καὶ χωρίοις ἐξελάσαι μέλλουσιν οἱ πολέμιοι, εἴτε δεξιὰ εἴτε εὐώνυμα αὐτῶν ἐπικλῖναι, ἐν οἷς ὀχυρώτερος αὐτῷ τόπος καθορᾶται· καὶ ὀξύτερον βαδίσας καὶ ἐκ πλαγίου αὐτῶν γενόμενος ὡς ἀπὸ μιλίων δύο, πρὸ τοῦ τὴν ἡμέρανὡς λέλεκταιδιαυγάσαι, ἵνα μὴ τὸν κονιορτὸν θεασάμενοι οἱ πολέμιοι τὴν παρουσίαν τοῦ στρατηγοῦ ἐπιγνώσωσι, τὸν δὲ ὀχυρὸν τόπον ὁ στρατηγὸς καταλαμβάνων τὸν ἴδιον ἀποκρυψάτω λαόν. 9.9 Κἀκεῖνος μετ' ὀλίγων ἱππέων πλησιέστερον γενέσθω τῶν πολεμίων καὶ εἰς ὑψηλὴν περιωπὴν ἀνερχόμενος καθαρῶς ὁρᾶν τοὺς πολεμίους σπευσάτω. Καὶ τούτων εἰς ἐξέλευσιν ὁρμώντων καὶ διασκορπιζομένων πρὸς λείαν, καρτερησάτω ὁ στρατηγὸς ἐν ἐκείνῳ τῷ τόπῳ ἄχρι τρίτης ἢ καὶ τετάρτης τῆς ἡμέρας, καὶ τὴν παράταξιν τοῦ ἀμηρᾶ θεωρῶν καὶ ἀκριβῶς τὸ πλῆθος τοῦ λαοῦ στοχαζόμενος. 9.10 Ἐπεὶ οἱ μέλλοντες ἐξελάσαι πόρρω που τῆς παρατάξεως τοῦ ἀμηρᾶ γεγόνασιν, ὡς μὴ δυνατόν ἐστι πάλιν τούτους ὑποστρέφειν ἢ ἐπιγνῶναι τὸν κατὰ τῆς παρατάξεως τοῦ ἀμηρᾶ ἀναφθέντα πόλεμον, ἕκαστον σπεύδοντα τὰ χωρία καταλαβεῖν καὶ λείαν ὅτι πλείστην πορίσασθαι, τὰς ἰδίας παραταγὰς ὡς δεῖ εὐτρεπίσας, κατὰ τῆς τοῦ ἀμηρᾶ παρατάξεως ὀλιγανδρούσης τὴν ἐπέλευσιν ποιησάτω, καὶ εἰ Θεοῦ συνεργίᾳ τῆς νίκης κρατήσει, τελείαν πανωλεθρίαν τοῖς πολεμίοις ἐργάσεται. 9.11 Εἰ δὲ κατὰ τῆς παρατάξεως ἐπελθεῖν οὐ θαρρήσει, πολλὴν καὶ ἀξιόλογον δύναμιν ὁρῶν ἐν αὐτῇ ὑπὲρ τὴν ἰδίαν, τότε ἐκ πλαγίου καὶ μακρόθεν διὰ κρυπτῆς καὶ ἐπιτηδείας ὁδοῦ ὁρμάτω σὺν ἐλασίᾳ τῇ προσηκούσῃ καταλαβεῖν τὸ σκόρπισμα τοῦ λαοῦ τῶν πολεμίων. Καὶ δι' ὅλης τῆς ἡμέρας ἐπιδραμεῖν αὐτοῖς ἀγωνίσεται, διεσκεδασμένοις οὖσι, καὶ ἀξιόλογον ἔργον Θεοῦ συμμαχίᾳ ἐπιτελέσει. Ὀφείλει οὖν καὶ ἄρχοντα τῶν χρησίμων μετ' ὀλιγοστῶν