τὰ πρόσωπα τῶν ἀπαιτούντων τιμᾶσθαι καὶ ἀπ' αὐτῶν ὀνομάζεσθαι τοὺς μαθητάς, ἵνα τύπον καὶ ἀκολουθίαν ἀφ' ἡμῶν λάβητε μετρίως προσφέρεσθαι τοῖς διδασκάλοις. καὶ μὴ ὑπὲρ ἃ γέγραπται φρονεῖτε περὶ ἡμῶν, ἀλλὰ λογίζεσθε ἡμᾶς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ, καὶ μὴ τοὺς μὲν τῶν διδασκάλων ἀτιμάζετε, τοὺς δὲ τιμᾶτε. Σαφέστερον ἐν τούτοις ἤλεγξεν αὐτῶν τὴν γνώμην· ὁ γὰρ ὀνομαζόμενος ἀπὸ τοῦ δεῖνος, τὸν δεῖνα δὲ περιορῶν, ὑπὲρ ἐκείνου μὲν ἐφυσιοῦτο, κατ' ἐκείνου δὲ εἶχεν τὴν φυσίωσιν. 1 Kor 4,7 Σὲ τὸν βουλόμενον ἀπὸ τοῦδε καλεῖσθαι ἢ τόνδε καταλιμπάνειν, τίς διακρίνει; οὐχὶ ἀναμένεις τὸν κριτήν; σὺ ὁ ὑπακούων ἀνα240 μένεις τὸν κριτήν, καὶ τὸν διδάσκαλον τῇ σῇ κρίσει ὑποβάλλεις; 239,ξολ2 Σὲ τὸν λαϊκὸν τίς διακρίνει ἐφ' οἷς ἢ φρονεῖς ἢ πράττεις, ὅτι σὺ ἑτέρους διακρίνειν τολμᾷς, καὶ ταῦτα διδασκάλους; οὐχὶ ὁ κύριος; 240,ξολ2 εἰ οὖν σὺ ὁ μαθητὴς τὸν κύριον ἀναμένεις κριτήν, πῶς τὸν διδάσκαλον τῇ σῇ ὑποβάλλεις κρίσει, τὸν μὲν ἄξιον λέγων, τὸν δὲ ἀνάξιον; ∆ιὰ τί νομίζεις ἔχειν πλεονέκτημα ὃ μήτε ἔχεις μήτε εἴληφας; λέγει δὲ τὴν ὑπερβάλλουσαν σύνεσιν δι' ἧς καὶ δυνατὸν καὶ διδασκάλους κρίνειν καὶ δοκιμάζειν. Εἰ καὶ ἔλαβες τὴν σύνεσιν ἀπὸ θεοῦ, δεῖ τῷ θεῷ τῷ δεδωκότι αὐτὴν δόξαν προσάγειν, οὐ μὴν ἐπὶ σαυτῷ μέγα φρονεῖν καὶ ἐπαίρεσθαι ὡς οἰκεῖον προβαλλόμενον πλεονέκτημα. 1 Kor 4,8 Οὐχ ὅτι οὕτως εἶχε τὰ κατ' αὐτούς, ἀλλὰ δείκνυσιν ὅτι οὕτω διέκειντο ψευδῆ περὶ ἑαυτῶν δοξάζοντες, καὶ ᾤοντο πάσης πεπληρῶσθαι γνώσεως ὡς λοιπὸν καὶ διδασκάλους κρίνειν. ἤδη προσKorῆ γέγονεν ὑμῖν τὰ χαρίσματα καὶ οὐκ ἀεὶ ποθητά. τὸ δὲ χωρὶς ἡμῶν δηλοῖ μηδέπω βασιλευσάντων ὑμεῖς ἔφθητε βασιλεῦσαι, τὸ δὲ καὶ ὄφελόν γε διὰ μέσου θεὶς τὴν περὶ αὐτοῦ διάθεσιν δείκνυσιν· εἶτα εἰπὼν ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν, ἐμφαίνει ὅτι τὰ ἐκείνων κατορθώματα ἴδια λογίζεται ἀγαθά. οὐκ ἀπεικὸς καὶ ὡς ἐν ἐρωτήσει ἀναγινώσκειν τὸ ἐβασιλεύσατε καὶ ἐπλουτήσατε, ἵνα ᾖ ἐν ἤθει τὰ εἰρημένα τῷ ἤδη κεKorασμένοι ἐστέ. 1 Kor 4,9Ὡς ὁρῶ γάρ, ἐὰν ὑμεῖς ἐπλουτήσατε καὶ ἐβασιλεύσατε χωρὶς ἡμῶν, ἡμεῖς ἔσχατοι καὶ ἐπιθανάτιοι γεγόναμεν οἱ πάντα ὑποστάντες. Ἀνθρώποις μέν, φησίν, ὡς ὁρῶσι τὰ ἡμέτερα κακά, ἀγγελικοῖς δὲ ὡς θαυμάζουσι τὰς ἡμετέρας ἐνστάσεις. 1 Kor 4,10Ὅμοια καὶ ταῦτα. οἱ διδάσκοντες ὑμᾶς ἐν καταφρονήσει καὶ εὐτελείᾳ ὡς καὶ μωροὶ νομίζεσθαι τῷ κόσμῳ, ὑμεῖς δὲ οἱ διδασκόμενοι ἐν πλούτῳ ἤδη καὶ τιμαῖς Χριστοῦ εἶναι βούλεσθε. ταῦτα δὲ λέγει 241 1 Kor 4,8- δεικνὺς ὅτι ἐν τοῖς πνευματικοῖς χαρίσμασιν οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον. 1 Kor 4,11-13Ἡμεῖς πάντα διὰ τὸν Χριστὸν ὑπομένομεν καὶ μέχρι νῦν ταπεινοῦμεν ἑαυτούς. καὶ πῶς δυνατὸν ὑμᾶς ἐν σαρκὶ ζῶντας προτιμᾶσθαι παρὰ θεῷ τῶν καμνόντων, τῶν διωκομένων, τῶν λοιδορουμένων, τῶν κολαφιζομένων; παιδεύει δὲ διὰ πάντων τούτων πῶς δεῖ τὸν Χριστιανὸν εἶναι καὶ ταπεινοῦν ἑαυτόν.Ἀντὶ τοῦ ἀποψήγματα. ὥσπερ ἀποσαρώματα καὶ κόπρος ἐξ οἴκου ἀποκαθαρθέντος ληφθεῖσα γεγόναμεν, ἀπὸ πάντων εὐτελιζόμενοι, καί ἐσμεν πάντων ἀποκαθάρματα πᾶσιν ἀνθρώποις ὑποτιθέντες ἑαυτοὺς διὰ Χριστόν. περίψημα δὲ λέγεται τὸ σάβανον ὃ τοὺς ἱδρώτας τοῦ κάμνοντος ἀποψήχει καὶ ἀπομάσσεται τὴν κάκωσιν τὴν ἐπικειμένην. 1 Kor 4,14Ἰσχυρῶς διὰ τῶν πρώτων καθαψάμενος διὰ τούτων παραμυθεῖται, ἵνα διὰ τῶν στυπτικῶν καὶ γλυκέων κεράσῃ τῆς σωτηρίας τὴν δύναμιν. ἐντρέπων, διατρέπων. 1 Kor 4,15 Εἰπὼν ἑαυτὸν πατέρα, ἐκείνους δὲ παιδαγωγοὺς ἀφ' ὧν ἐκαλοῦντο, δείκνυσιν ὅτι γνησιωτέραν ἔχει τῶν ἄλλων περὶ αὐτοὺς διάθεσιν, καὶ ὡς ὑπὸ πατρὸς νουθετούμενοι ἀγανακτεῖν οὐκ ὀφείλουσιν. 1 Kor 4,16Ἐν τῷ μὴ ὑπερφρονεῖν τινων καὶ ἐπαίρεσθαι μιμηταί μου γίνεσθε, καὶ ἐν τῷ μὴ ἀπό τινος καλεῖσθαι ἀλλ' ἀπὸ Χριστοῦ. 1 Kor 4,18-Ὁρᾷς ὅτι ἐκεῖνα τὰ λεγόμενα αὐτῷ, τὸ ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δυνατοί, καὶ τὰ ἄλλα πάντα, πρὸς τὸ πεφυσιῶσθαί τινας 242 ἐλέγετο καὶ ἐπῆρθαι. Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν.