1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

9

ἐψεύσθη γε τῆς αἰτήσεως· ἀλλ' ᾔσθετο ἔργῳ τῆς ἑαυτοῦ μανίας ὁ θεομάχος, καὶ ἀπῆλθεν ἄπρακτος μετὰ τῶν ἀπειλῶν ὑπό τινος ἀοράτου δυ νάμεως ἐπιπεσούσης ἄφνω, καὶ τὸ πολὺ τῆς στρατιᾶς ἀποβαλὼν, καὶ ἀγγελίᾳ πικρᾷ μεταναστὰς, ἀδοκή τως λυούσῃ καὶ τὴν πολιορκίαν, καὶ τὰς ἐλπίδας. Ταῦτα Ἐζεκίας, ὁ τὴν πολλὴν περιβεβλημένος δύναμιν, ὁ τῆς μεγάλης βασιλεὺς Ἱερουσαλὴμ, ὁ τάχα ἂν ἀποκρουσόμενος καὶ δι' ἑαυτοῦ τὸν πολέμιον. Ἡμεῖς δὲ, οἷς μόνον καὶ ὅπλον, καὶ τεῖχος, καὶ ἄλλο πᾶν ἀμυντήριον, ἡ πρὸς τὸν Θεὸν ἐλπὶς ὑπ ελείπετο, πᾶσαν ἀνθρωπίνην περιῃρημένοις καὶ πε ρικεκομμένοις ἐπικουρίαν παντάπασι, τίνα ἄρα ἕτερον ἢ τῆς εὐχῆς ἀκροατὴν, ἢ κωλυτὴν τῶν ἀπειλουμένων ἕξειν ἐμέλλομεν, ἢ τὸν ὀμνύοντα κατὰ τῆς ὑπερηφανίας Ἰακὼβ Θεόν; Ὢ τῶν ἀπίστων διηγημάτων! Ὢ τῆς τῶν ἐλπιζομέ 35.697 νων θρασύτητος! Ἐπηγγέλθημεν ἀντ' ἄλλου τινὸς ἱερείου τοῖς δαίμοσι· καὶ ἡ μεγάλη τοῦ Θεοῦ κληρονο μία, τὸ ἅγιον ἔθνος, τὸ βασίλειον ἱεράτευμα, μιᾶς ἆθλον ἐλπίδος, καὶ ἑνὸς πολέμου νικητήριον ἐγενόμεθα.

ΚΖʹ. Ταῦτα Χριστιανοῖς παρὰ σοῦ ἀνθ' ὧν ἐσώθης δι' αὐτῶν κακῶς τὰ ἐπίχειρα; Ταῦτα Κυρίῳ τῷ Θεῷ σου ἀνταπέδωκας; Πρότερον μὲν οὖν, ἡνίκα ἔτι ἀνεῖχε καὶ ἀνεβάλλετο τὴν ὑπὲρ ἡμῶν ὀργὴν ὁ Θεὸς, καὶ οὔπω πάντα τὸν ἑαυτοῦ ζῆλον ἐξέκαυ σεν, ἀλλ' ὑψηλὴν ἔτι κατὰ τῶν ἀσεβῶν εἶχε τὴν χεῖρα, καὶ τὸ τόξον ἐνέτεινε μὲν καὶ ἡτοίμασε, κατεῖχε δὲ βίᾳ, καὶ ὥσπερ τι νόσημα ὕπουλον καὶ κακόηθες ἐκραγῆναι πρότερον ὅλην αὐτοῦ τὴν πονηρίαν ἀνέμενεν, ὥσπερ δὴ Θεοῦ κρίσεως νό μος, ἵν' ἢ σώσῃ τῇ μετανοίᾳ ἢ κολάσηται δικαιότε ρον· τότε μὲν, δυσανασχετοῦντες τοῖς γινομένοις, καὶ πρὸς τὸ μέλλον κάμνοντες (οὐ γὰρ ἐφέρομεν τὴν ἀποκρυπτομένην αὐτοῦ τοῖς οἰκείοις χρηστότητα), ἐκείνας ἠφίεμεν πρὸς τὸν Θεὸν τὰς φωνὰς, τὰ μὲν ὡς δεσπότην ἐπικαλούμενοι, τὰ δὲ ὡς πρὸς πατέρα χρηστὸν ποτνιώμενοι, τὰ δὲ οἷον ὀνειδίζοντες καὶ δικαιολογούμενοι πρὸς αὐτὸν, οἷα τὰ τῶν ἀλ γούντων· Ἵνα τί ἀπώσω, ὁ Θεὸς, εἰς τέλος; ὠρ γίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Καὶ μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς, ἣν περιεποιήσω τοῖς τοῦ μονογενοῦς Λόγου σου πάθεσιν, ἣν τῆς μεγάλης σου διαθήκης ἠξίωσας, ἣν καὶ εἵλκυσας εἰς οὐρανοὺς τῷ καινῷ μυστη ρίῳ, καὶ τῷ ἀῤῥαβῶνι τοῦ Πνεύματος· καὶ, Ἔπ αρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος, ὑπομιμνήσκοντες ὅσα ἐπονηρεύ σαντο κατὰ τῶν ἁγίων σου οἱ ἐχθροὶ, καὶ κατὰ τῶν ἑορτῶν σου ἐκαυχήσαντο· τὴν ῥομφαίαν τε προεκαλούμεθα, καὶ τὰς Αἰγυπτιακὰς μάστιγας, καὶ δικάσαι τὴν ἑαυτοῦ δίκην ἠξιοῦμεν, καὶ διανα στῆναί ποτε διεκελευόμεθα κατὰ τῶν ἀσεβῶν· Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, λέγοντες, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται, τόν τε λαόν σου τα πεινώσουσι, καὶ τὴν κληρονομίαν σου κακώ σουσι, φθέγξονταί τε ὁμοίως ἀνομίαν καὶ δρά σουσι; καὶ μὴν κἀκείνας ἔτι τὰς γοερὰς καὶ τούτων οἰκειοτέρας φωνάς· Ἔθου ἡμᾶς εἰς ἀντιλο 35.700 γίαν καὶ ὕβριν τοῖς γείτοσιν ἡμῶν, παραβολήν τε τοῖς ἔθνεσι, καὶ γέλωτα πᾶσιν ἀνθρώποις· ἄμπελόν τέ τινα ἐλέγομεν, καὶ ἐξ Αἰγύπτου μετ ενηνεγμένην τῆς σκοτεινῆς ἀθεΐας, καὶ εἰς κάλλος πίστεως αὐξηθεῖσαν καὶ μέγεθος, εἶτα τὸν φραγμὸν περιῃρημένην, τὴν φρουροῦσαν ἡμᾶς τέως ἐπισκο πὴν τοῦ Θεοῦ, καὶ πᾶσι τοῖς διοδεύουσιν ἐκκειμένην πονηροῖς δυνάσταις, καὶ λελυμασμένην ἀγρίῳ συῒ τῷ τὴν κακίαν ἰδιάζοντι πονηρῷ, καὶ κακίας βορ βόρου γέμοντι.

ΚΗʹ. Ταῦτα μὲν οὖν πρότερον καὶ διενοούμην καὶ ἀνεβόων πρὸς τὸν Θεόν· νυνὶ δὲ οἵας ἀνθ' οἵων με ταλαμβάνω φωνάς! θρηνῶ λοιπὸν τῶν ἀσεβῶν τὴν ἀπώλειαν, καὶ γίνομαι φιλάνθρωπος τοῖς μισοῦσι, καὶ τοιαῦτα φθέγγομαι· Πῶς ἐγένοντο εἰς ἐρήμω σιν; ἐξάπινα ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνο μίαν αὐτῶν, ὡς κονιορτὸς ὃν ὑφείλετο λαί λαψ, ὡς χνοῦς ὑπ' ἀνέμου διαῤῥιπτούμενος, ὡς ἑωθινὴ δρόσος, ὡς ῥοῖζος πεμφθέντος βέλους, ὡς προσβολὴ βροντῆς, ὡς ἀστραπὴ