1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

9

ἀνάστασις οὔκ ἐστιν; εἴπωμεν πρὸς ταῦτα τὰ ῥήματα Παύλου· Φάγωμεν καὶ πίωμεν, 9.265 αὔριον γὰρ ἀποθνῄσκομεν. εἰ ἀνάστασις οὔκ ἐστιν, ἀλλὰ πέρας τοῦ βίου θάνατος, ἄνελέ μοι κατηγορίας καὶ ψόγους, δὸς ἀκώλυτον τῷ ἀνδροφόνῳ τὴν ἐξουσίαν, ἄφες τὸν μοιχὸν μετὰ παρρησίας ἐπιβουλεύειν τοῖς γάμοις, τρυφάτω κατὰ τῶν ἀλλοτρίων ὁ πλεονέκτης, μηδεὶς ἐπικοπτέτω τὸν λοίδορον, ὀμνύτω συνεχῶς ὁ ἐπίορκος, μένει γὰρ θάνατος καὶ τὸν εὔορκον, ψευδέσθω ἄλλος ὅσα βούλεται, οὐδεὶς γὰρ τῆς ἀληθείας καρπός, μηδεὶς ἐλεείτω τὸν πέντητα, ἄμισθος γάρ ἐστιν ὁ ἔλεος. ταῦτα τὰ φρονήματα χείρονα ποιεῖ τοῦ κατακλυσμοῦ σύγχυσιν καὶ πάντα μὲν ἐκβάλλει σώφρονα λόγον, πᾶν δὲ νόημα μανικὸν καὶ λῃστρικὸν ἐπιθήγει· εἰ γὰρ ἀνάστασις οὔκ ἐστιν, οὐδὲ κρίσις, εἰ δὲ κρίσις ἀνῄρηται, καὶ φόβος θεοῦ συνεκβάλλεται· ὅπου δὲ φόβος οὐ σωφρονίζει, ἐκεῖ χορεύει μετὰ τῆς ἁμαρτίας ὁ διάβολος. καὶ λίαν ἁρμο δίως πρὸς τοὺς τοιούτους ὁ ∆αβὶδ ἐκεῖνον ἀνέγραψε τὸν ψαλμόν· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι θεός. διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν. εἰ ἀνάστασις οὐκ ἔστι, μῦθος ὁ Λάζαρος καὶ ὁ πλούσιος καὶ τὸ φρικῶδες χάσμα καὶ ἡ τοῦ πυρὸς ἄσχετος φλόγωσις καὶ ἡ διακαὴς γλῶσσα καὶ ἡ ποθουμένη σταγὼν τοῦ ὕδατος καὶ ὁ δάκτυλος τοῦ πτωχοῦ. πρόδηλον γάρ, ὅτι ταῦτα πάντα τὸ μέλλον ἐξεικονίζει τῆς ἀναστάσεως· γλῶσσα γὰρ καὶ δάκτυλος οὐ τῆς ἀσωμάτου ψυχῆς μέλη νοεῖται, ἀλλὰ μέρη τοῦ σώματος. καὶ μηδεὶς οἰέσθω ταῦτα ἤδη πεπρᾶχθαι, ἀλλὰ προαναφώνησιν εἶναι τοῦ μέλλοντος· ἔσται δὲ τότε, ὅταν ἡ μετακόσμησις ψυχώσασα τοὺς νεκροὺς πρὸς τὰς εὐθύνας ἕκαστον τῶν βεβιωμένων ἀναγάγῃ σύνθετον ὄντα καθὼς πρότερον καὶ διὰ ψυχῆς καὶ σώματος συνεστῶτα. ὁ δὲ 9.266 θεοφορούμενος Ἰεζεκιὴλ καὶ τῶν μεγάλων ὀπτασιῶν θεωρὸς πρὸς ποίαν ἄρα διάνοιαν ὁδηγούμενος ἔβλεπε τὸ μέγα καὶ ἀνηπλωμένον ἐκεῖνο πεδίον τὸ γέμον τῶν ἀνθρωπίνων ὀστέων, καθ' ὧν ἐκελεύετο προφητεύειν; καὶ σάρκες μὲν εὐθὺς ἐκείνοις περιεφύοντο, τὰ δὲ λελυμένα καὶ ἀτάκτως διερριμμένα εἰς τάξιν καὶ ἁρμονίαν ἀλλήλοις συνεκολλᾶτο. ἢ πρόδηλον, ὡς διὰ τῶν τοιούτων λόγων τὴν τῆς σαρκὸς ταύτης ἀναβίωσιν ἡμῖν ἱκανῶς ὑποδείκνυσιν; ἐμοὶ δὲ δοκοῦσιν οἱ πρὸς τοῦτον τὸν λόγον ἐριστικῶς ἔχοντες οὐ δυσσεβεῖς μόνον ἀλλὰ καὶ παραπαίοντες εἶναι· ἀνάστασις γὰρ καὶ ἀναβίωσις καὶ μετακόσμησις καὶ πάντα τὰ τοιαῦτα ὀνόματα πρὸς τὸ σῶμα τὸ τῇ φθορᾷ ὑποκείμενον τοῦ ἀκροωμένου φέρει τὴν ἔννοιαν. ὡς ἥ γε ψυχὴ αὐτὴ καθ' ἑαυτὴν ἐξεταζομένη οὔποτε ἀναστή σεται, ἐπειδὴ μήτε τελευτᾷ, ἀλλ' ἄφθαρτός ἐστι καὶ ἀνώλεθ ρος, ἀθάνατος δὲ ὑπάρχουσα θνητὸν ἔχει τὸ κοινωνὸν τῶν πραγμάτων καὶ διὰ τοῦτο παρὰ τῷ δικαίῳ κριτῇ ἐν τῷ καιρῷ τῶν εὐθυνῶν ἐνοικήσει πάλιν τῷ συνεργῷ, ἵνα μετ' ἐκείνου κοινὰς δέξηται τὰς κολάσεις ἢ τὰς τιμάς. μᾶλλον δὲ ἵνα καὶ πλέον ἡμῖν ὁ λόγος ἀκολουθότερος γένηται, οὕτω σκοπήσωμεν· τὸν ἄνθρωπον τί φαμεν; τὸ συναμφότερον ἢ τὸ ἕτερον; ἀλλὰ πρόδηλον, ὡς ἡ συζυγία τῶν δύο χαρακτηρίζει τὸ ζῷον· οὐ γὰρ προσῆκεν ἐν τοῖς ἀναμφισβητήτοις καὶ γνωρίμοις παρέλκειν.

Τούτου δὲ οὕτως ἔχοντος κἀκεῖνο προσλογισώμεθα, πότερον, ἃ πράττουσιν ἄνθρωποι οἷον μοιχείαν φόνον κλοπὴν καὶ πᾶν εἴ τι τούτοις ἐχόμενον ἢ τοὐναντίον σωφροσύνην ἐγκράτειαν καὶ πᾶσαν τὴν ἀντίθετον τῆς κακίας ἐνέργειαν, τῶν δύο φαμὲν ὑπάρχειν ἀποτελέσματα, ἢ τῇ ψυχῇ μόνῃ τὰς πράξεις περιορίζομεν; ἀλλὰ κἀν τούτῳ 9.267 πρόδηλος ἡ ἀλήθεια· οὐδαμοῦ γὰρ ἀποσχίζουσα τοῦ σώματος ἡ ψυχὴ ἢ τὴν κλοπὴν ἐπιτηδεύει ἢ τὴν τοιχωρυχίαν ἐργάζεται οὐδ' αὖ μόνη τῷ πεινῶντι ἄρτον δίδωσιν ἢ ποτίζει τὸν διψῶντα ἢ πρὸς τὸ δεσμωτήριον ἀόκνως ἐπείγεται, ἵνα θεραπεύσῃ τὸν δεσμωτηρίῳ κεκαωμένον, ἀλλ' ἐπὶ πάσης πράξεως ἀλλήλοις ἀμφότερα συνεφάπτεται καὶ συναποτελεῖ τὰ γινόμενα. πῶς τοίνυν τούτων οὕτως ἐχόντων καὶ κρίσιν τῶν βεβιωμένων ἔσεσθαι συγχωρῶν ἀποσπᾷς τοῦ ἑτέρου τὸ ἕτερον καὶ κοινῶν ὄν<των> τῶν εἰργασμένων τῇ ψυχῇ μόνῃ περιορίζεις τὸ