9
Οὐδὲ ἀναμένει τελέσαι τὴν εὐχήν· οὔπω τελεῖς τὴν εὐχὴν, καὶ λαμβάνεις τὴν δόσιν. Ἐλέησόν με. Ταύτην μιμησώμεθα τὴν Χαναναίαν, παρακαλῶ· Ἐλέησόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ὁ δὲ Κύριος λέγει πρὸς αὐτήν· Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Ποῦ ὁ αἱρετικός; Μὴ εἶπε, Παρακαλέσω μου τὸν Πατέρα; μὴ εἶπεν, Ἱκετεύσω τὸν γεννήσαντά με; μὴ εὐχῆς χρεία ἐνταῦθα; Οὐδαμῶς. ∆ιὰ τί; Ἐπειδὴ μεγάλη ἦν ἡ πίστις, μέγα ἦν τὸ σκεῦος, μεγάλη καὶ ἡ χάρις ἐξεχύθη. Ὅπου δεῖ εὐχῆς, ἀσθενὲς τὸ σκεῦος. Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Οὐ νεκρὸν εἶδες ἐγειρόμενον, οὐ λεπρὸν καθαριζόμενον, οὐ προφητῶν ἤκουσας, οὐ νόμον ἐμελέτησας, οὐ θάλατταν εἶδες σχιζομένην, οὐχ ἕτερόν τι σημεῖον ἑώρακας παρ' ἐμοῦ γενόμενον· ὑβρίσθης δὲ μᾶλλον παρ' ἐμοῦ, καὶ ἐξηπορήθης· ἀπηγόρευσά σου τὸ πάθος, καὶ οὐκ ἀνεχώρησας, ἀλλὰ παρέμεινας· λοιπὸν ἀπόλαβε καὶ σὺ παρ' ἐμοῦ ἀξίαν καὶ πρέπουσαν εὐφημίαν· Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Ἀπέθανεν ἡ γυνὴ, καὶ τὸ ἐγκώμιον αὐτῆς μένει, διαδήματος ὂν λαμπρότερον. Ὅπου ἐὰν ἀπέλθῃς, ἀκούεις τοῦ Χριστοῦ λέγοντος, Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Εἴσελθε εἰς Περσῶν τὴν ἐκκλησίαν, καὶ ἀκούσεις τοῦ 52.460 Χριστοῦ λέγοντος, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· εἰς τὴν Γότθων, εἰς τὴν βαρβάρων, εἰς τὴν Ἰνδῶν, εἰς τὴν Μαύρων, ὅσην ἥλιος ἐφορᾷ γῆν· ἕνα λόγον ὁ Χριστὸς ἐφθέγξατο, καὶ οὐ σιωπᾷ ὁ λόγος, ἀλλὰ μεγάλῃ τῇ φωνῇ ἀνακηρύττει τὴν πίστιν αὐτῆς, λέγων, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Οὐκ εἶπε, Θεραπευθήτω τὸ θυγάτριόν σου· ἀλλ', Ὡς θέλεις. Σὺ αὐτὴν θεράπευσον· σὺ γενοῦ ἰατρός· σοὶ ἐγχειρίζω τὸ φάρμακον· ὕπαγε, ἐπίθες, Γενηθήτω σοι ὡς θέλεις. Τὸ θέλημά σου θεραπευσάτω αὐτήν. Ἡ Χαναναία θελήματι ἐθεράπευσε, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἀφ' ἑαυτοῦ οὐ θεραπεύει; Γενηθήτω σοι ὡς θέλεις. Οὐδὲ ἐκέλευσεν ἡ γυνὴ, οὐδὲ ἐπέταξε τῷ δαιμονίῳ, ἀλλ' ἠθέλησε μόνον, καὶ τὸ θέλημα τῆς γυναικὸς ἐθεράπευσε, καὶ δαίμονας ἐξέβαλε. Ποῦ εἰσιν οἱ τολμῶντες λέγειν, ὅτι δι' εὐχῆς ὁ Υἱὸς ἤνυσε; Γενηθήτω σοι ὡς θέλεις. Βλέπε καὶ τῆς λέξεως τὴν εὐγένειαν· τὸν Πατέρα τὸν ἑαυτοῦ μιμεῖται.
Ὅτε γὰρ ἐποίει τὸν οὐρανὸν ὁ Θεὸς, εἶπε, Γενηθήτω ὁ οὐρανὸς, καὶ ἐγένετο ὁ οὐρανός· γενηθήτω ἥλιος, καὶ ἐγένετο ἥλιος· γενηθήτω γῆ, καὶ ἐγένετο γῆ· ἐπιτάγματι τὴν οὐσίαν ἤγαγεν. Οὕτω καὶ αὐτὸς, Γενηθήτω σοι ὡς θέλεις. Ἡ συγγένεια τῆς λέξεως τὴν κοινωνίαν τῆς φύσεως ἔδειξε. Καὶ ἱάθη ἡ θυγάτηρ αὐτῆς. Πότε; Ἀπὸ τῆς ὥρας ἐκείνης· οὐκ ἐξ ὅτου ἦλθεν ἡ μήτηρ αὐτῆς ἐν τῷ οἴκῳ, ἀλλὰ πρὶν ἐλθεῖν. Ἦλθεν εὑρεῖν δαιμονιῶσαν, καὶ εὗρεν ὑγιαίνουσαν, τῷ θελήματι αὐτῆς θεραπευθεῖσαν. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ Θεῷ, ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.