1

 2

 3

 4

 5

 6

 7

 8

 9

9

αὐτοῦ λέγοντος ἀκούσωμεν, ὁμοίως φθεγγόμεθα πάλιν, καὶ πάντα ἁπλῶς τὸν βίον ἐν ἀθυμίᾳ καὶ ὀδύνῃ διάγομεν, μείζονα ἑαυτοῖς ἢ ἐκείνοις ἐργαζόμενοι τὸ κακὰ, καὶ διηνεκῆ πόλεμον φυλάττοντες ἐπὶ τῆς ψυχῆς. Ταῦτ' οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, μάλιστα μὲν σπουδάζωμεν πρὸς μηδένα ἀπεχθῶς ἔχειν· εἰ δὲ καὶ γένηταί τις ἀπέχθεια, ἐν αὐτῇ καταλλαττώμεθα τῇ ἡμέρᾳ. Ἂν γὰρ ἐπιλάβηται δευτέρας καὶ τρίτης, γίνεται ταχέως ἡ τρίτη τετάρτη, κἀκείνη πέμπτη, καὶ αὐτὴ πολλῷ πλείους τέξεται πάλιν ἡμέρας ἀπεχθείας ἡμῖν· ὅσῳ γὰρ ἀναβαλλόμεθα, τοσούτῳ μᾶλλον ἐρυθριῶμεν. Ἀλλ' αἰσχύνη προσελθεῖν, καὶ καταφιλῆσαι τὸν ἠδικηκότα; Τοῦτο μὲν οὖν ἔπαινος, τοῦτο στέφανος, τοῦτο ἐγκώμιον, τοῦτο κέρδος καὶ θησαυρὸς μυρία ἔχων ἀγαθά· καὶ αὐτός σε ὁ ἐχθρὸς ἀποδέξεται, καὶ οἱ παρόντες ἅπαντες ἐπαινέσονται, κἂν ἄνθρωποι δὲ ἐγκαλέσωσιν, ὁ Θεὸς στεφανώσει πάντως. Ἂν δὲ ἐκεῖνον πρότερον ἀναμείνῃς ἐλθεῖν καὶ συγγνώμην αἰτῆσαι, οὐ τοσοῦτον ἕξεις τὸ κέρδος· ἐκεῖνος γὰρ προλαβὼν τὸ βραβεῖον ἥρπασε, καὶ τὴν εὐλογίαν εἰς ἑαυτὸν μετέστησεν ἅπασαν· ἂν δὲ αὐτὸς προδράμῃς, οὐκ ἠλαττώθης, ἀλλ' ἐνίκησας τὸν θυμὸν, περιεγένου τοῦ πάθους, φιλοσοφίαν ἐπιδείξω πολλὴν ὑπακούσας τῷ Θεῷ, ποθεινότερον τὸν μετὰ ταῦτα κατέστησας βίον, πραγμάτων ἀπηλλάγης καὶ ταραχῆς. Οὐ παρὰ Θεῷ δὲ μόνον, ἀλλὰ καὶ κατὰ ἄνθρωπον σφαλερὸν καὶ ἐπικίνδυνον ἐχθροὺς ἔχειν πολλούς. Καὶ τί λέγω πολλούς; ἕνα καὶ μόνον ἔχειν ἐχθρὸν ἐπικίνδυνον, ὥσπερ οὖν ἀσφαλὲς καὶ σωτήριον τὸ πάντας κεκτῆσθαι φίλους. Οὐχ οὕτω χρημάτων πρόσοδος, οὐχ οὕτως ὅπλα καὶ τείχη καὶ τάφροι καὶ μυρία ἕτερα μηχανήματα ἡμᾶς ἀσφαλίζεσθαι πέφυκεν, ὡς φιλία γνησία. Τοῦτο τεῖχος, τοῦτο ἀσφάλεια, τοῦτο περιουσία, τοῦτο τρυφὴ, τοῦτο καὶ τὸν παρόντα βίον ἡμᾶς μετ' εὐθυμίας παρασκευάσει διαγαγεῖν, καὶ τὴν μέλλουσαν χαριεῖται ζωήν. Ἅπερ οὖν ἅπαντα ἐννοοῦντες, καὶ τὸ κέρδος ὅσον ἀπὸ τοῦ πράγματος λογιζόμενοι, πάντα ποιῶμεν καὶ κατασκευάζωμεν, ὥστε καὶ τοὺς ὄντας ἐχθροὺς ἡμῖν καταλλάττειν, καὶ τοὺς μέλλοντας γίνεσθαι κωλύειν, καὶ τῶν φίλων τοὺς 48.795 ὄντας ἀσφαλεστέρους ποιεῖν. Καὶ γὰρ ἀρχὴ καὶ τέλος ἀρετῆς ἁπάσης ἡ ἀγάπη· ἧς γένοιτο γνησίως καὶ διηνεκῶς ἀπολαύοντας ἡμᾶς, τῆς βασιλείας τῶν 48.796 οὐρανῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.