9
ἀκουώμεθα, μηδὲ ἀλύωμεν καὶ ναρκῶμεν, ἀλλ' ἐπιμένωμεν τῇ προσεδρίᾳ καὶ τῇ αἰτήσει. Πάντα γὰρ συμφερόντως ὁ Θεὸς ἐργάζεται. Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. Ὅπερ ἔμπροσθεν εἶπον, τοῦτο καὶ νῦν λέγω. Ἐπειδὴ γὰρ πρὸς θεογνωσίαν αὐτοὺς μέλλει χειραγωγεῖν, ἀπαλλάττει τὴν ψυχὴν τῶν νοσημάτων. Οἶδε γὰρ, ὅτι βίος διεφθαρμένος κώλυμα τῆς τῶν ὑψηλῶν δογμάτων ἀκριβείας γίνεται. Ὅπερ οὖν καὶ Παῦλος αἰνιττόμενος ἔλεγεν· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς. Καὶ πάλιν· Ὡς νηπίοις ἐν Χριστῷ, γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. Καὶ πάλιν· Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος, ἐπεὶ νωθροί ἐστε τὴν ἀκοήν. Καὶ ὁ Ἡσαΐας πάλιν· Ζητεῖ με ὁ λαὸς οὗτος, καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκὼς, καὶ κρίσιν Θεοῦ μὴ ἐγκαταλελοιπώς. Καὶ Ὠσηέ· Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, φωτίσατε φῶς γνώσεως. Καὶ ὁ Χριστὸς διδάσκων ἔλεγε· Πᾶς ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς. Καὶ πάλιν· Πῶς δύνασθε πιστεύειν, δόξαν παρ' ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Καὶ πάλιν· Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται. Καὶ πάλιν· Πολλοὶ δὲ ἐπίστευσαν εἰς αὐτὸν, καὶ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν. Καὶ πανταχοῦ ἴδοι τις ἂν τὸν διεφθαρμένον βίον πρὸς δογμάτων ἀκρίβειαν ἐμπόδιον γινόμενον. Ὥσπερ γὰρ λήμη τῇ τῶν ὀφθαλμῶν διειδεῖ κόρῃ προσιζάνουσα ἐπισκοτεῖ καὶ θολοῖ τὸ φωτίζον, οὕτω δὴ καὶ λογισμὸς ὑπὸ πονηρίας κατειλημμένος σκοτοῖ καὶ πηροῖ τὴν διάνοιαν. ∆ιὸ καὶ ὁ Προφήτης τοῦτο εἰδὼς λέγει· Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. Οὐ γὰρ τὴν ὀργὴν ἀναιρεῖ, χρησίμη γάρ· οὐδὲ τὸν θυμὸν ἐκκόπτει, καὶ γὰρ ὠφέλιμος κατὰ τῶν ἀδικούντων γινόμενος καὶ κατὰ τῶν ῥᾳθύμων· ἀλλὰ τὴν ἄδικον ὀργὴν, τὸν ἄλογον θυμόν. Καὶ καθάπερ ὁ Μωϋσῆς εἰς τὸν ἠθικὸν ἐμπεσὼν λόγον, ἀπὸ τούτου πρῶτον τῆς νομοθεσίας τὴν ἀρχὴν ποιεῖται, λέγων, Οὐ φονεύσεις, οὕτω δὴ καὶ οὗτος· ἀλλὰ καὶ πλεῖον οὗτος, ὅσῳ καὶ μᾶλλον τὰ τῆς εὐσεβείας γνωριμώτερα ἦν. Ὁ μὲν γὰρ τὸν φόνον ἐκκόπτει· οὗτος δὲ καὶ τὴν μητέρα τοῦ φόνου, τὴν ὀργὴν, καὶ τὴν ῥίζαν, καὶ τὴν πηγὴν οὖσαν τοῦ κακοῦ ἀναστέλλει. ∆ιὸ καὶ ὁ Χριστὸς καταστέλλων τὴν ὀργὴν, ἔλεγεν· Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Εἶδες πανταχοῦ μέτρα. Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. Ὁ ὀργι 55.51 ζόμενος εἰκῆ· ἔστι γὰρ καὶ δικαίως ὀργίζεσθαι· ἐπεὶ καὶ Παῦλος ὠργίσθη τῷ Ἐλύμᾳ, καὶ Πέτρος τῇ Σαπφείρᾳ. Ἀλλ' οὐκ ἂν εἴποιμι τοῦτο ὀργὴν ἁπλῶς, ἀλλὰ φιλοσοφίαν, καὶ κηδεμονίαν, καὶ οἰκονομίαν. Ὀργίζεται καὶ πατὴρ υἱῷ, ἀλλὰ κηδόμενος. Ἐκεῖνός ἐστιν ὁ ὀργιζόμενος εἰκῆ, ὁ ἑαυτὸν ἐκδικῶν· ὁ δὲ τὰ ἑτέρων διορθῶν, οὗτος πάντων ἐστὶν ἡμερώτερος. Ἐπειδὴ καὶ ὁ Θεὸς, ἐπὰν λέγηται ὀργίζεσθαι, οὐχ ἑαυτῷ ἀμύνων ὀργίζεται, ἀλλ' ἡμᾶς διορθούμενος. Τοῦτον τοίνυν καὶ ἡμεῖς μιμώμεθα. Τὸ μὲν γὰρ οὕτως ἐπεξιέναι, θεῖον· τὸ δὲ ἑτέρως, ἀνθρώπινον. Ἀλλ' ὁ Θεὸς οὐ ταύτῃ ἡμῶν διέστηκε μόνον, ᾗ δικαίως ὀργίζεται, ἀλλ' ὅτι οὐδὲ πάθος περὶ Θεόν ἐστιν ἡ ὀργή. Μὴ τοίνυν μηδὲ ἡμεῖς ὀργιζώμεθα εἰκῆ. Καὶ γὰρ διὰ τοῦτο ἐνετέθη ἡμῖν ἡ ὀργὴ, οὐχ ἵνα ἁμαρτάνωμεν, ἀλλ' ἵνα ἑτέρους ἁμαρτάνοντας κωλύωμεν· οὐχ ἵνα πάθος καὶ νόσημα γένηται, ἀλλ' ἵνα παθῶν φάρμακον. ηʹ. Ἐννόησον τοίνυν κακίας ὑπερβολὴν, ὅταν τὸ φάρμακον δηλητήριον γίνηται, ὅταν δι' οὗ τὰ ἑτέρων τραύματα διορθοῦν χρὴ, διὰ τούτου τραύματα ἐργαζώμεθα· ὥσπερ ἂν εἴ τις σίδηρον λαβὼν, ἵνα τὰς ἑτέρων σηπεδόνας ἐκκόπτῃ, ἑαυτὸν εἰκῆ κατακόπτῃ, πανταχῇ τοῦ σώματος ἕλκη ποιῶν· ἢ κυβερνήτης ὢν διὰ τῶν οἰάκων καταδύῃ τὸ