1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

9

ποιήσαντες ἡμεῖς, τὸ πᾶν ἠνυκότες ἐσόμεθα; Οὐδὲν ὅλως δυνησόμεθα, ἀλλ' ὅπου δ' ἂν ταπεινοφροσύνης ἔλθωμεν, τὸ πλέον αὐτῆς ὑπολέλειπται.

Σκόπει γάρ· Ὅπερ ἂν ποιήσῃς σὺ, περὶ τὸν ὁμόδουλον ποιεῖς, ὁ δὲ σὸς δεσπότης περὶ τοὺς σοὺς δούλους πεποίηκεν. Ἄκουσον, καὶ φρίξον· Μηδέποτε ἐπαρθῇς ἐπὶ ταπεινοφροσύνῃ. Τάχα γελᾶτε τὸ λεχθὲν, εἰ ταπεινοφροσύνη ἐπαίρει· ἀλλὰ μὴ θαυμάσητε· ἐπαίρει, ὅταν μὴ γνησία ᾖ. Πῶς καὶ τίνι τρόπῳ; Ὅταν διὰ τὸ ἀποδέξασθαι ἀνθρώπους γένηται, καὶ οὐχὶ Θεὸν, ὅταν πρὸς τὸ ἐπαινεῖσθαι καὶ μεγαλοφρονεῖν· καὶ γὰρ τοῦτο διαβολικόν. Ὥσπερ γὰρ πολλοὶ διὰ τὸ μὴ κενοδοξεῖν κενοδοξοῦσιν· οὕτω καὶ διὰ τὸ ταπεινοῦ 62.712 σθαι ἐπαίρονται διὰ τὸ μέγα φρονεῖν. Οἷον, ἦλθέ τις ἀδελφὸς ἢ καὶ οἰκέτης, προσελάβου αὐτὸν, τοὺς πόδας ἔνιψας, εὐθέως μέγα ἐφρόνησας· Ἐποίησα, λέγεις, ὃ οὐδεὶς ἐποίησε, κατώρθωσα τὴν ταπεινοφροσύνην. Πῶς οὖν ἄν τις ἐν τῇ ταπεινοφροσύνῃ μένοι; Εἰ μνημονεύει τῆς παραγγελίας τοῦ Χριστοῦ τῆς λεγούσης· Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν· καὶ πάλιν τοῦ ∆ιδασκάλου τῆς οἰκουμένης λέγοντος· Ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι. Ὁ πείσας ἑαυτὸν, ὅτι οὐδὲν μέγα κατώρθωσεν, ὅσα ἂν ποιήσῃ, οὗτος μόνος ταπεινοφρονεῖν δύναται, ὁ μὴ πρὸς τὸ τέλος ἥκειν νομίζων. Πολλοὶ ἀπὸ ταπεινοφροσύνης ἐπήρθησαν. Ἀλλὰ μὴ ἡμεῖς τοῦτο πάθωμεν. Ἐποίησάς τι ταπεινόν; μὴ φρονήσῃς μέγα, ἐπεὶ τὸ πᾶν ἀπώλεσας. Τοιοῦτος ἦν ὁ Φαρισαῖος· ἐπήρθη, ἐπειδὴ ἐδίδου τοῖς πένησι τὰς δεκάτας, καὶ τὸ πᾶν ἀπώλεσεν. Ἀλλ' οὐχ ὁ τελώνης οὕτως. Ἄκουε Παύλου πάλιν λέγοντος· Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι.

Ὁρᾷς, ὅτι οὐκ ἐπῆρεν αὐτὸν, ἀλλὰ παντοίως συνέστελλε καὶ ἐταπείνου, καὶ ταῦτα εἰς τὴν ἄκραν κορυφὴν ἀνεληλυθώς; Καὶ οἱ τρεῖς παῖδες ἐν πυρὶ ἦσαν, καὶ ἐν μέσῃ τῇ καμίνῳ, καὶ τί ἔλεγον; Ἡμάρτομεν, ἠνομήσαμεν μετὰ τῶν πατέρων ἡμῶν. Τοῦτό ἐστι καρδίαν συντετριμμένην ἔχειν. ∆ιὰ τοῦτο ἠδύναντο λέγειν· Ἀλλ' ἐν καρδίᾳ συντετριμμένῃ, καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν. Οὕτω καὶ μετὰ τὸ ἐμπεσεῖν εἰς τὴν κάμινον, σφόδρα ἦσαν τεταπεινωμένοι, καὶ μᾶλλον ἢ πρὸ τοῦ ἐμπεσεῖν. Ἐπειδὴ γὰρ εἶδον τὸ θαῦμα τὸ γενόμενον, ἀναξίους νομίσαντες ἑαυτοὺς τῆς σωτηρίας, εἰς ταπεινοφροσύνην κατηνέχθησαν. Ὅταν γὰρ πεισθῶμεν, ὅτι παρ' ἀξίαν μεγάλα εὐηργετήμεθα, τότε μάλιστα ἀνιώμεθα. Καίτοι τί παρ' ἀξίαν εὐηργετήθησαν ἐκεῖνοι; Ἐξέδωκαν ἑαυτοὺς εἰς κάμινον, ἐξῃχμαλωτίσθησαν, ἑτέρων ἁμαρτόντων (ἔτι γὰρ νέοι ἦσαν) καὶ οὐκ ἐγόγγυσαν, οὐδὲ ὠργίσθησαν, οὐδὲ εἶπον· Ναὶ, τί γὰρ ἡμῖν ἀγαθὸν, ὅτι δουλεύομεν τῷ Θεῷ; τί ὠφελήσαμεν προσκυνοῦντες αὐτόν; Οὗτος ἀσεβής ἐστι, καὶ γέγονεν ἡμῶν δεσπότης· μετὰ τῶν εἰδωλολατρῶν ὑπὸ τοῦ εἰδωλολάτρου κολαζόμεθα, εἰς αἰχμαλωσίαν ἤχθημεν, πατρίδος ἐξεπέσομεν, ἐλευθερίας, τῶν πατρῴων ἁπάντων, αἰχμάλωτοι καὶ δοῦλοι γεγόναμεν, βασιλεῖ βαρβάρῳ δουλεύομεν. Οὐδὲν τούτων εἶπον· ἀλλὰ τί; Ἡμάρτομεν, ἠνομήσαμεν· καὶ οὐδὲ ὑπὲρ ἑαυτῶν, ἀλλ' ὑπὲρ τῶν ἄλλων ποιοῦνται τὴν δέησιν· Ὅτι βασιλεῖ, φασὶν, ἐχθίστῳ καὶ πονηροτάτῳ παρέδωκας ἡμᾶς.

Πάλιν ὁ ∆ανιὴλ δεύτερον εἰς λάκκον ἐμβεβλημένος, ἔλεγεν· Ἐμνήσθη μου γὰρ ὁ Θεός. ∆ιὰ τί οὐκ ἂν ἐμνήσθη, ὦ ∆ανιὴλ, ὅτε αὐτὸν ἐδόξασας ἐπὶ τοῦ βασιλέως, λέγων· Καὶ ἐγὼ οὐκ ἐν τῇ σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοί· ἀλλ' ὅτε ἐνεβλήθης εἰς λάκκον λεόντων διὰ τὸ μὴ ὑπακοῦσαι τῷ πονηροτάτῳ δόγματι ἐκείνῳ, διὰ τί οὐκ ἂν ἐμνήσθη; ∆ι' αὐτὸ δὴ τοῦτο. Οὐχὶ δι' αὐτὸν ἐμβέβλησαι νῦν; Ναὶ, φησὶν, ἀλλὰ πολλῶν ὀφειλέτης εἰμί. Εἰ δὲ ἐκεῖνος τοιαῦτα μετὰ τοσαύτην ἀρετὴν, τί ἂν εἴποιμεν λοιπὸν ἡμεῖς; Ἀλλ' ὁ ∆αβὶδ ἄκουε τί φησι· Καὶ ἐὰν εἴπῃ μοι· Οὐ τεθέληκά σε, ἰδοὺ ἐγὼ, ποιείτω μοι τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ· καίτοι μυρία ἔχων εἰπεῖν ἑαυτοῦ κατορθώματα. Καὶ ὁ Ἠλεὶ δέ φησι· Κύριος αὐτὸς, τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει. 62.713 δʹ. Τοῦτο δούλων εὐγνωμόνων, μὴ μόνον ἐν ταῖς εὐεργεσίαις, ἀλλὰ καὶ ἐν