1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

9

πρῶτον ἐκεῖνο τὸ πτωχὸν καὶ νεκρὸν ἐνεδύσατο σῶμα, διὸ καὶ βοᾷ περὶ αὐτοῦ τὸ πνεῦμα· "Οὐκ ἔστιν εἶδος αὐτοῦ οὐδὲ δόξα, καὶ εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων", "ἐν γὰρ ὁμοιώματι τῆς σαρκὸς ἁμαρ τίας χωρὶς ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν", δείξας ὅτι "οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλ' οἱ κακῶς ἔχοντες". Ἐθεράπευσεν οὖν καὶ πάντα ἡμῶν τὰ σώματα τῶν ἀρρωστημάτων, καὶ τὰ κατὰ μέρος τῶν νοσημάτων ἐξουσίᾳ δυνάμεως ἰάσατο, ἵνα πληρωθῇ· "Ἐγὼ Κύριος ὁ Θεός· ἐκάλεσά σε ἐν δικαιοσύνῃ, κρατήσω τῆς χειρὸς τῆς δεξιᾶς σου, καὶ ἐνισχύσω σε· ἔδωκά σε εἰς διαθήκην γένους μου εἰς φῶς ἐθνῶν ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν πεπεδημένους καὶ ἐξ οἴκου φυλακῆς καθη μένους ἐν σκότει· ἐγὼ Κύριος ὁ Θεός, τοῦτό μοι ὄνομα", "Ἀκούσατε κωφοὶ λόγους βιβλίου, καὶ τοῖς καθημένοις ἐν σκότει φῶς ἀνέτειλε", "Τότε ἁλεῖ ται χωλὸς ὡς ἔλαφος, καὶ τρανὴ δὲ ἔσται γλῶσσα μογιλάλων". Ἐπειδὰν δὲ κατὰ μέρος τὰ τῆς κακίας αἱρεθῇ, "ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέντρον;" Τοῦτο ἦν τὸ πάσχα ὃ ἐπεθύμησεν ὑπὲρ ἡμῶν ὁ Ἰησοῦς παθεῖν· πάθει πάθους ἠλευθέρωσε καὶ θανάτῳ θάνατον ἐνίκησε καὶ διὰ τῆς βλεπομένης τροφῆς τὴν ἀθάνατον αὐτοῦ ζωὴν ἐχορήγησεν. Αὕτη ἡ σωτήριος ἐπιθυμία τοῦ Ἰησοῦ, οὗτος ὁ ἔρως ὁ πνευματικώτατος, δεῖξαι μὲν τοὺς τύπους ὡς τύπους, τὸ δὲ ἱερὸν σῶμα τοῖς μαθηταῖς αὐτοῦ ἀντιδοῦναι· "Λάβετε, φάγετε, τοῦτό ἐστι μου τὸ σῶμα· λάβετε, πίετε, τοῦτό ἐστι μου τὸ αἷμα, ἡ καινὴ διαθήκη, τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν". 49.2 ∆ιὰ τοῦτο οὐκ ἐπιθυμεῖ τοσοῦτον 49.2 φαγεῖν ὅσον ἐπιθυμεῖ παθεῖν, ἵν' ἡμᾶς τοῦ διὰ βρώσεως πάθους ἐλευθερώσῃ. 50.1 Καὶ διὰ τοῦτο ξύλον ξύλῳ ἀντιρριζώσας, καὶ τὴν πάλαι πονηρὰν χεῖρα ἀσεβῶς ἐκταθεῖσαν <**> τὴν ἑαυτοῦ ἄχραντον εὐσεβῶς προσηλώσας, ὅλην ἔδειξεν ἐν αὐτῷ ἀληθῶς τὴν ζωὴν κρεμαμένην. Σὺ μέν, ὦ Ἰσραήλ, οὐκ ἐδυνήθῃς φαγεῖν, ἡμεῖς δὲ μετὰ γνώσεως ἀκαταλύτου πνευματικῆς ἐφάγομεν καὶ φάγοντες οὐκ ἀποθνῄσκομεν. Τοῦτό μοι φυτὸν εἰς σωτηρίαν αἰώνιον, τούτῳ τρέφο μαι, τούτῳ συνεστιῶμαι.

51.2 Τούτου ταῖς μὲν ῥίζαις ὑπορριζοῦμαι, τοῖς δὲ κλάδοις συνεκτείνομαι, τῇ

δὲ δρόσῳ φαιδρύνομαι, τῷ δὲ πνεύματι ὡς ὑπὸ ἀνέμου ἐντρυφῶν γεωργοῦμαι. 51.3 Τούτου τῇ σκιᾷ ὑπεσκήνωσα καὶ τὸν πολὺν καύσωνα διαφυγὼν ἔνδροσον ἔχω κατάγειον. 51.4 Τούτου τοῖς μὲν ἄνθεσι συνανθῶ, τοῖς δὲ καρποῖς τελείως συνήδομαι, τοὺς δὲ ἐξ ἀρχῆς μοι τετηρημένους καρποὺς ἀκωλύτως τρυγῶ. 51.5 Τοῦτό μοι πεινῶντι τροφή, καὶ διψῶντι πηγή, καὶ σκέπη γεγυμνωμένῳ, οὗ καὶ τὰ φύλλα πνεῦμα ζωῆς, οὐκέτι μοι φύλλα συκῆς. 51.6 Τοῦτό μοι Θεὸν φοβουμένῳ φυλακτήριον, καὶ σαλευομένῳ στήριγμα, καὶ ἀγωνιζομένῳ βραβεῖον, καὶ τρόπαιον νενικηκότι. 51.7 Τοῦτό μοι ἄτραπος ἡ στενή, τοῦτο ἡ τεθλιμμένη ὁδός. 51.8 Τοῦτο κλίμαξ Ἰακὼβ καὶ τῶν ἀγγέλων πορεία, ἐφ' ἧς ἄκρας ἀληθῶς ἐστήρικται ὁ Κύριος. 51.9 Τοῦτο δένδρον οὐρανόμηκες ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνέβαινεν, ἀθάνατον φυτὸν στηρίξας ἑαυτὸν ἐν μέσῳ οὐρανοῦ τε καὶ γῆς, ἕδρασμα τῶν ὅλων, στήριγμα τοῦ παντός, ἔρεισμα τῆς ὅλης οἰκου μένης, σύμπλεγμα κοσμικόν, τῆς ποικίλης καὶ ἀνθρωπίνης οὐσίας συνεκτικόν, ἀοράτοις γόμφοις τοῦ πνεύματος συνηλω μένον, ἵνα τῷ θείῳ συναρμοσθὲν μηκέτι λυθῇ. 51.10 Ἄκραις μὲν κορυφαῖς τῶν οὐρανῶν ἐπιψαύων, τὴν γῆν δὲ στηρίζων ποσί, τὸ δὲ πολὺ καὶ μέσον πνεῦμα τοῦ ἀέρος πανταχόθεν χερσὶν ἀμετρήτοις περιλαβών, ὅλος ἦν ἐν πᾶσι καὶ πανταχοῦ. 51.11 Γεμίσας δὲ δι' ἑαυτοῦ τὸ πᾶν, πρὸς ἀερίους ἀρχὰς γυμνὸς ἀνταπεδύσατο.

52.2 Καὶ πρὸς ὀλίγον μὲν βοᾷ παρελ θεῖν τὸ ποτήριον, ἵνα δείξῃ ἀληθῶς ὅτι

"καὶ ἄνθρωπος" ἦν· μεμνημένος δὲ δι' ὃ ἀπεστάλη, πληρῶσαι τὴν οἰκονομίαν