ἱππέων ὄπισθεν ἔχειν βλέποντα καὶ ἀποσκοποῦντα τὴν τοῦ ἀμηρᾶ παράταξιν καὶ τὰ περὶ αὐτῆς, ὡς ἂν ὁδοιπορείῃ, καταμηνύειν αὐτῷ. 9.12 Εἰ δὲ καὶ φοῦλκον, τὸ εἰς φυλακὴν τῶν διασκορπιζομένων πρὸς λείαν πολεμίων ὑπάρχον, συναντήσει ὁ στρατηγὸς πλῆθος ἔχον, διχῆ τὸν λαὸν αὐτοῦ διέλῃ καὶ ἔμπροσθεν μὲν ἀποστείλῃ τοὺς ὀφείλοντας μετὰ τοῦ φούλκου συνάψαι πόλεμον, τούτων δὲ συρραγέντων, εὐθὺς καὶ ὁ στρατηγὸς μετὰ τῆς παρατάξεως αὐτοῦ πλησίον ἐπακολουθῶν ὀξέως καὶ εὐτόλμως μετὰ κραυγῆς καὶ ἀλαλαγμοῦ σὺν ἐλασίᾳ κατ' αὐτῶν ὁρμησάτω· καὶ τούτους Θεοῦ βοηθείᾳ τροπωσάμενος καταδιώξει καὶ τελείως καταγωνίσεται. 9.13 Εἰ οὖν Θεοῦ συνεργίᾳ εὐοδωθῇ ὁ στρατηγὸς καὶ τοὺς εἰς λείαν ἐκδραμόντας πολεμίους κατατροπώσεται, εἰ μὲν μεγάλην καὶ ἀξιόλογον δουλείαν ἐργάσεται, εἰκός ἐστι τοὺς ἐχθροὺς πρὸς τὴν ἰδίαν χώραν ὑποστρέψαι μετ' αἰσχύνης. Εἰ δὲ ἔτι ἐν τῇ ἡμετέρᾳ χρονίσαι μελετῶσι, τὸν ἴδιον λαὸν ὁ στρατηγὸς ἀναλαβόμενος μήκοθεν γενέσθω τῶν πολεμίων, ἐν ἐπιτηδείοις δηλονότι χωρίοις, καὶ τὸν λαὸν αὐτοῦ κατάκοπον ὄντα ἐπὶ ἡμέρας τρεῖς διαναπαυσάτω· μόνους τοὺς παραμένειν ὀφείλοντας, ὡς ἤδη ἐξεθέμεθα, ἀποστέλλεσθαι ἑκάστῃ ἡμέρᾳ. 9.14 Πρὸς ὑποστροφὴν δὲ ὁρμῶντας τούτους ὁ στρατηγὸς ἐπιγνούς, παραυτίκα τάχει πολλῷ ἄρχοντα τῶν χρησίμων ἀποστείλας, τὸ πεζικὸν στράτευμα εἰς τὰς δυσχωρίας τῶν ὁδῶν ἐπισωρευσάτω. Καὶ αὐτὸς δὲ ὁ στρατηγὸς σπευσάτω, μὴ ἐν νυκτὶ μὴ ἐν ἡμέρᾳ ἑαυτὸν ποσῶς ἂν ἀναπαῦσαι, ἀλλὰ σὺν τάχει πολλῷ ἔμπροσθεν αὐτῶν γενέσθω, καὶ καλῶς παρασκευάσας ἅπαν τὸ τῶν πεζῶν καὶ ἱππέων αὐτοῦ στράτευμα τὸν κατ' αὐτῶν πόλεμον διάθοιτο, καθὼς ἀνωτέρω ἐπιλεπτῶς ἐξεθέμεθα. Καὶ οὕτως ποιοῦντος χάριτι Χριστοῦ καὶ δυνάμει καὶ πρεσβείαις τῆς παναχράντου αὐτοῦ μητρὸς τῆς κατὰ τῶν ἐχθρῶν μάχης κρατήσει. Καὶ ταῦτα μὲν οὕτως. 10.τ Περὶ τοῦ διαχωρισμοῦ τοῦ κούρσου καὶ τοῦ λαοῦ ὄπισθεν ἐπακολουθοῦντοσ 10.1 Ἃ δὲ ἡμεῖς ἐθεασάμεθα, ἐκθέσθαι οὐδαμῶς κατοκνήσομεν. Τὸ τῶν πολεμίων φοσσᾶτον διαφόρως· οἵ τε ἱππεῖς σὺν τῶν πεζῶν ὁμοῦ τῆς χώρας καὶ τῶν πόλεων αὐτῶν συνεξήρχοντο, καὶ ἐπὶ δυσὶν ἡμέραις ὁμοῦ συμπεριπατήσαντες, ἐσθ' ὅτε καὶ πλείοσιν, ἀπ' ἀλλήλων διεχωρίζοντο· καὶ οἱ μὲν ἱππεῖς, οἱ τὰς ἡμετέρας χώρας κατατρέχειν καὶ λεηλατεῖν βουλόμενοι, προὐλάμβανον ἡμερῶν τινων διάστημα, τοῦ πεζικοῦ λαοῦ αὐτῶν ἀφεστηκότες, διὰ τὸ σπεύδειν αὐτοὺς ἀμηνυτὶ τοὺς οἰκήτορας τῶν χωρίων καταλαβεῖν οἴκοι μένοντας, τὸ δὲ τοῦλδον μετὰ τῶν πεζῶν καὶ τῆς τούτων ἀποσκευῆς ὄπισθεν ἑπόμενον, ἡνίκα τὰς δυσχωρίας καὶ τὰ στενὰ διῆλθεν, ἐπιτήδειον διασκοπῆσαν τόπον πρὸς φυλακὴν αὐτῶν καὶ ἀσφάλειαν, τὰς σκηνὰς πηξάμενοι ἐν αὐτῷ ηὐλίζοντο, τοὺς εἰς κοῦρσον ἐκδραμόντας ἱππεῖς ἐκεῖσε προσεκδεχόμενοι, ἵνα τοὺς ὑποστρέφοντας καλῶς τὰς δυσχωρίας διαβιβάσωσιν. 10.2 Ὁ οὖν στρατηγὸς τὴν ἐξέλευσιν αὐτῶν καταμηνυόμενος, τὰς παρανομὰς ἀποστελλέτω καὶ πάντα ποιείτω κατὰ τὴν ἀνωτέρω διάταξιν. Καὶ εἰ μὲν εὐχερές ἐστι τῷ στρατηγῷ τοὺς εἰς τὴν λείαν ἐκδραμόντας διεσκεδασμένους καταλαβεῖν καὶ τούτους κατατροπώσασθαι, ἔργῳ τοῦτο σπευσάτω πληρῶσαι· εἰ δὲ διά τινα σφάλματα καὶ τὰς συμβαινούσας ἐναντιώσεις ἐμπόδιον προσυπαντήσει αὐτῷ, εἰς τὸν κατὰ τοῦ φοσσάτου πόλεμον παρασκευασθήτω, καὶ τὸν τόπον ἐν ᾧ τὰς σκηνὰς ἐπήξαντο ἀκριβῶς διασκοπησάτω, μή ποτε ποταμός ἐστιν ἀσφάλειαν αὐτοῖς προξενῶν ἢ ῥύαξ. Καὶ πρὸς τὴν θέσιν τοῦ τόπου δεῖ καὶ αὐτὸν παρασκευασθῆναι, καὶ σπουδῇ πολλῇ πρὸς ἑαυτὸν τὸ πεζικὸν στράτευμα, εἰ δυνατόν, ἐπισυναγαγεῖν. 10.3 Προσδοκῶντος δὲ τοῦ στρατηγοῦ τὴν τούτων ἀποκίνησιν καὶ ἐν ἑτέρῳ ἀπλήκτῳ μετάβασιν, εἰ τυχὸν δι' αὐτομόλων τοῦτο πυνθανομένου, δέον ἱππεῖς ἀποστεῖλαι νυκτός, ἀρχηγοὺς ἔχοντας τῶν ἐμπείρων ἀνδρῶν καὶ ἀξιολόγων, καὶ δύο ἐγκρύμματα παρασκευάσαι ἔνθεν κἀκεῖθεν τῆς ὁδοῦ, δι' ἧς γενήσεται ἡ τῶν πολεμίων διέλευσις. Ἐξ αὐτῶν δὲ τῶν ἀποσταλέντων ἑκατὸν ἄνδρας ἐπιλεξάμενος