δι' ὧν φησιν καὶ ἐλέγχει ἰσχυρῶς, καὶ μαρτυρεῖ αὐτὸς ἐπιτηδειότητα πρὸς ἐπανόρθωσιν τῷ τὴν παρουσίαν ἑαυτοῦ ἀπειλεῖν· ὡς γὰρ εἰ φανείη ταπεινουμένων, ἐπαγγέλλεται τὴν παρουσίαν, τῷ λόγῳ πρὸ τῆς παρουσίας διορθούμενος. πλὴν ἀλλὰ προσέθηκε τὸ ἐὰν ὁ κύριος θελήσῃ· ὑπὸ μὲν τῆς ἀγανακτήσεως ἠπείχθη εἰπεῖν ὅτι ἐλεύσομαι, ὑπὸ δὲ τῆς εὐλαβείας ὑπεμνήσθη προσθεῖναι τὴν καλλίστην προσθήκην τὴν ἐὰν ὁ κύριος θέλῃ ἐνταῦθα δὲ ὃ πρότερον ἐπεσκιασμένως ἔλεγεν ἵνα μὴ δόξῃ σφοδρῶς ἐλέγχειν, ἀνακαλύπτει· οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ, δηλονότι τῷ εὐπαιδεύτῳ· οὐ γὰρ ἄνευ λόγου ἐδίδασκον οἱ ἀπόστολοι καὶ ἐκήρυττον. 241,ξολ2 ∆ῆλον καὶ ἐκ τούτων ὅτι τὸ ἡ μεῖς ἀσθενεῖς, ὑμεῖς δὲ δυνατοί, καὶ τὰ ἄλλα πρὸς πεφυσιῶσθαί τινας ἐλέγετο. 242,ξολ2Ἐπαγγέλλεται τὴν παρουσίαν αὐτοῦ, ὅπως ἐὰν φθάσωσιν ἑαυτοὺς διορθώσασθαι. διὰ μὲν οὖν τὴν ἀγανάκτησιν ἠναγκάσθη εἰπεῖν τὸ ἐλεύσομαι, διὰ δὲ τὴν εὐλάβειαν προσέθηκεν τὸ ἐὰν ὁ κύριος θελήσῃ. Σαφέστερον καὶ ἐκ τούτων ἐγένετο ὅτι πρὸς τοὺς μεγαλαυχοῦντας ἐπὶ τῇ σοφίᾳ τοῦ κόσμου τούτου ἀγανακτεῖ· οὐ γὰρ τὸν κοινὸν βούλεται διαβάλλειν λόγον. τοῦτο δὲ καὶ αὐτοῖς εἰς πάντας ἐκήρυσσεν. 1 Kor 4,21Ἐπειδὴ διττή ἐστιν ἡ ἐπανόρθωσις, πῆ μὲν διὰ νουθεσίας τοῖς πειθηνίοις, πῆ δὲ διὰ βίας καὶ ἀνάγκης τοῖς σκληροτραχήλοις, φιλανθρώπως τούτων τὴν αἵρεσιν ἐπ' αὐτοῖς πεποίηκεν, ὅπως ἀναμετανοοῦντες ἑαυτοὺς διορθώσονται. ῥάβδον δὲ εἶπεν τὴν ἀναγκαστικὴν τοῦ πνεύματος δύναμιν, ᾗ ἐχρήσατο Παῦλος κατὰἘλύμα καὶ κατ' αὐτοῦ τοῦ Παύλου ὁ θεός. 1 Kor 5,1-5 Οὐκ ἐπειδὴ γυναῖκα τὸν εἰρημένον τρόπον εἶχεν ἐκεῖνος, ἀλλ' 243 ὅτι ἐλλόγιμος ἦν, καὶ οὐχὶ ἐπένθουν ὅτι γυναῖκα τοῦ πατρὸς εἶχεν, ἀλλ' ἐπεφυσίωντο ὅτι εὐπαίδευτος ἦν· τὸ γὰρ πένθος αὐτῶν ἢ ἐχώριζε τὸν πορνεύσαντα ἐπιμένοντα, ἢ τοῦ πράγματος τὴν ἀτοπίαν ἐξώριζεν καὶ ἐπανῆγεν αὐτόν. Οὐχ ἁπλῶς ἐργασάμενον ἀλλὰ κατεργασάμενον· οὐ γὰρ συναρπασθεὶς ἔπεσεν, ἀλλ' ἔργῳ ἐχρήσατο τῷ κακῷ. καὶ πνεύματι δὲ παρεῖναι λέγει συνψηφιζόμενος καὶ συνκατακρίνων- πνεῦμα δὲ τὸ χάρισμα λέγει- συναχθέντων σὺν τῇ δυνάμει τοῦ Χριστοῦ. οἱ φυσιούμενοι ἐπὶ τῷ πορνεύσαντι διὰ τὴν ἐλλογιμότητα μέρος ἦσαν τοῦ παντός, πάντας δὲ πρὸς τὴν κατάκρισιν τὴν ἐπὶ τῇ πορνείᾳ συναχθῆναι καλεῖ. 244 Τὸ πνεῦμα οὐ τὴν ψυχήν, ἀλλὰ τὸ χάρισμα ἔφασαν. 242,ξολ2Ἵνα μὴ δόξῃ παραλόγως κινεῖσθαι καὶ τὴν αἰτίαν τῆς ὀργῆς 243,ξολ2 ἐπάγει, ὅτι οὐ μόνον πορνεία ἀλλὰ καὶ τοιαύτη ἀκούεται παρ' ὑμῶν οἵα οὐδὲ ἐν τοῖς ἔθνεσιν. καὶ μέγα φρονεῖτε ὅτι τῇ σοφίᾳ τοῦ κόσμου κεκαλλώπισθε. δέον πενθεῖν ἐπ' αὐτὸν ὅτι πορνείαν οὐδὲ τοῖς ἄλλοις συνήθη τετόλμηκεν· τοῦτο γὰρ τὸ πένθος ἢ ἐχώριζεν τὸν πορνεύσαντα ἐπιμένοντα τῇ πορνείᾳ, ἢ αὐτὴν τὴν ἀτοπίαν ἐχώριζεν καὶ αὐτὸν ἐπανήγαγεν τὸν ἄνθρωπον, ἵνα τὸ πνεῦμα σωθῇ. Οὐκ ἀπεργασάμενον εἶπεν ἀλλὰ κατεργασάμενον, κἂν τούτῳ ἵνα ἐμφήνῃ ὅτι πολλῇ παραμονῇ χρησάμενος εἰργάσατο τὸ κακόν, καὶ οὐ συναρπαγεὶς ἥμαρτεν ἵνα σχῇ καὶ ἀπολογίαν. καὶ ἱκανὸς μὲν ἦν καὶ μόνος ὁ ἀπόστολος κατακρῖναι ἐκεῖνον, ἀλλὰ θέλει συμψήφους αὐτῷ γενέσθαι καὶ τοὺς Korινθίους, ὅπως ἂν οὕτω καταρθεῖεν, χωρισθέντες τῆς τοῦ παρανόμου κοινωνίας, καὶ μάλιστα οἱ ἐπὶ παιδεύσει πεφυσημένοι. οὐχ ὡς ὑποβάλλων δὲ αὐτὸν τῇ τοῦ σατανᾶ ἐξουσίᾳ τοῦτο ποιεῖ- ἢ γὰρ ἂν ηὔφρανε τοῦτο ποιῶν τὸν σατανᾶν-ἀλλ' ἐπειδὴ τῷ σατανᾷ εἰώθαμεν ἀνατιθέναι πάντα τὰ κατὰ τὸν βίον χαλεπά, οἷον νόσους, λύπας, πένθη, περιστάσεις ἑτέρας, ὡς καὶ αὐτὸς πού φησιν ὁ ἀπόστολος· ἐδόθη μοι σκόλοψ σατᾶν, ἵνα με κολαφίζῃ. κατὰ τοῦτον δὴ τὸν τρόπον καὶ νῦν παραδοῦναι αὐτὸν κελεύει τῷ σατανᾷ, τοῦτ' ἔστι ταῖς τοῦ βίου δυσκολίαις. 244,ξολ2 Ταῖς τοῦ βίου κακώσεσι παραδίδωσιν· τοῦτο γάρ ἐστιν τὸ εἰς ὄλεθρον τῆς σαρκός, οὐκ εἰς ἀπώλειαν ψυχῆς, ἵνα ἐκ τῶν συμβαινόντων τῷ σώματι διεγερθεὶς μετανοήσῃ καὶ σωθῇ τὸ ἐν αὐτῷ πνεῦμα ὅπερ ἐστὶ τὸ χάρισμα· οὐ γὰρ ὧδε τὴν ψυχὴν λέγει ὡς τῆς σαρκὸς μὲν οὐκ ἀνισταμένης, τῆς δὲ ψυχῆς μόνης σωζομένης. 1 Kor 5,6Ὁρᾷς ὅτι ἐκαυχῶντο ἐπ'