10
ἐὰν καθίσῃς μετὰ παρθένων ἐπὶ τραπέζης, πᾶν τὸ παρατιθέμενον ἔσθιε μετ' αὐτῶν· ἐὰν γὰρ μὴ φάγῃς, εὑρίσκῃ ὡς κατακρίνουσα αὐτάς. οὐκ ἀναγγελεῖς τὴν ἄσκησίν σου. ἐὰν δὲ καὶ οἶνον πίνωσι, καὶ οὐ πίνῃς, δι' αὐτὰς πίε ὀλίγον. ἐὰν δέ εἰσι μεγάλαι πρεσβύτιδες καὶ ἀναγκάζωσί σε πιεῖν περισσόν, μὴ ἀκούσῃς αὐτῶν, ἀλλὰ λέγε αὐταῖς· ὑμεῖς κατετρίψατε τὴν νεότητα ὑμῶν ἐν ἀσκήσει πολλῇ· ἐγὼ δὲ οὔπω ἔφθασα οὐδὲ εἰς πρῶτον βαθμόν. περὶ τῆς φιλοξενίας καὶ τῆς ἐλεημοσύνης οὐ χρείαν ἔχεις νουθετεῖσθαι. ἀπὸ σεαυτῆς γὰρ ποιήσεις.
23 Ἐν ἐκκλησίᾳ σιώπα, καὶ μηδὲν λάλει, ἀλλὰ τῇ ἀναγνώσει μόνον πρόσεχε. ἐὰν ἐπαναβῇ εἰς τὴν καρδίαν σου λογισμός, ἵνα ποιήσῃς πρᾶγμά τι, μὴ προπετῶς αὐτὸ ποίει, ἵνα μὴ ἐμπαίξῃ σοι ὁ ἐχθρός. μετὰ βουλῆς τῶν μειζοτέρων σου πάντα ποίει. ὅταν ψάλλῃς ἢ ὅταν προσεύχῃ, μὴ ἄφιε ξένους λογισμοὺς εἰσιέναι εἰς τὴν καρδίαν σου. παρακαλῶ σε, ἀγαπητὴ, πρόσεχε καὶ ἄκουε τῶν ἐντολῶν τούτων τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ· καὶ μὴ μόνον τοῖς ὀφθαλμοῖς τοῖς φαινομένοις κατανόει τὰ γεγραμμένα, ἀλλὰ καὶ τοῖς ἔνδοθεν. καὶ πρόσεχε μιᾷ ἑκάστῃ ἐντολῇ, καὶ ποίει αὐτήν. ἐὰν γὰρ φυλάξῃς ταῦτα, καταξιωθήσῃ τοῦ νυμφῶνος τοῦ βασιλικοῦ· μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, ὅτι, πῶς δύναμαι ποιῆσαι ταῦτα; μὴ δειλίαν λάβῃ ὁ λογισμός σου· ἀλλὰ μετὰ πάσης προθυμίας φυλάξῃς αὐτάς· τοῖς φοβουμένοις γὰρ τὸν Θεὸν αἱ ἐντολαὶ τοῦ Θεοῦ οὐκ εἰσὶ βαρεῖαι. πάσῃ ὥρᾳ μὴ λειψάτω ἔλαιον τῇ λαμπάδι σου, μή ποτε ἔλθῃ ὁ νυμφίος καὶ εὕρῃ αὐτὴν σβεσθεῖσαν. οὐκ οἶδας γὰρ πότε ἔρχεται ἢ πρωτοΰπνιον ἢ πρωΐ. γενοῦ οὖν ἕτοιμος· ἵνα, ὅταν ἔλθῃ, μετὰ τῶν φρονίμων ἀπαντήσῃς αὐτῷ ἔχουσα τὸ ἔλαιον ἐν τῇ λαμπάδι σου, του τέστι τὰ ἔργα σου τὰ καλά. πᾶσαν ὥραν μνημόνευε τῆς ἐξόδου σου· ἔχε καθ' ἡμέραν πρὸ ὀφθαλμῶν τὸν θάνατον· μνημόνευε τίνι σε δεῖ παραστῆναι.
24 Βαρύ ἐστιν ἄσκησις καὶ δυσβάστακτον ἐγκράτεια· ἀλλ' οὐδέν ἐστι γλυκύτερον τοῦ ἐπουρανίου νυμφίου. ὧδε κάμνομεν ὀλίγον, ἐκεῖ δὲ τὴν αἰωνίαν ζωὴν ἀποληψόμεθα· λέγει γὰρ ὁ ἅγιος Παῦλος· «οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.» καλὸν ἀποφυγεῖν ἀπὸ ὄχλου καὶ ἀναχωρεῖν καταμόνας. μεγάλη ἀρετὴ ἐγκράτεια, μέγα καύχημά ἐστιν ἁγνεία, μεγάλα ἐγκώμια τῆς παρθενίας. ὦ παρθενία, πλοῦτος ἀκατάληπτος! ὦ παρθενία, στέφανος ἀμαράντινος! ὦ παρθενία, ναὸς Θεοῦ καὶ ἁγίου πνεύματος οἰκητήριον! ὦ παρθενία, μαργαρῖτα τίμιε παρὰ πολλοῖς ἀφανὴς, ὀλίγοις δὲ μόνοις εὑρισκόμενος! ὦ ἐγκράτεια φίλη Θεοῦ καὶ παρὰ ἁγίοις ἐγκωμιαζομένη! ὦ ἐγκράτεια παρὰ πολλοῖς μισουμένη, τοῖς δὲ ἀξίοις σου γνωριζομένη! ὦ ἐγκράτεια θάνατον καὶ ᾅδην ἀποφεύγουσα, καὶ ὑπὸ ἀθανασίας κατεχομένη! ὦ ἐγκράτεια, χαρὰ προφητῶν, καὶ ἀποστόλων καύχημα! ὦ ἐγκράτεια, ἀγγέλων βίος, καὶ ἁγίων ἀνθρώπων στέφανος! μακάριος ὁ κατέχων σε, μακάριος ὁ προσκαρτερῶν σου τῇ ὑπομονῇ· ὅτι ὀλίγον κοπιάσας πολὺ χαρήσεται ἐν σοί. μακάριος ὁ νηστεύσας ὅλον τὸν χρόνον τοῦτον, ὅτι ἐν τῇ ἄνω Ἱηρουσαλὴμ κατοικήσας μετὰ ἀγγέλων χορεύσει καὶ μετὰ ἁγίων προφητῶν καὶ ἀποστόλων ἀναπαύσεται.
25 Ταῦτα ἔγραψά σοι, ἀγαπητὴ ἀδελφὴ, χορεύτρια Χριστοῦ, πρὸς στηριγμὸν καὶ ὠφέλειαν τῆς ψυχῆς σου. Μὴ ἐκκλίνῃς οὖν ἀπὸ τῶν λεγομένων τούτων δεξιὰ ἢ ἀριστερά. ὃς γὰρ ἐὰν ἀκούσῃ τοὺς λόγους τούτους καὶ καταφρονήσῃ, κρῖμα μέγα αὐτῷ ἐστι. σὺ δὲ τιμιωτάτη ἀδελφὴ ἡ κτωμένη τὸ βιβλίον τοῦτο, δῴη σοι ὁ Θεὸς ταῦτα φυλάττειν, ἐν τούτοις ἀναστρέφεσθαι πεφωτισμένην τὴν διάνοιαν, καθαρὸν τὸν νοῦν, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς διανοίας, ἵνα λάβῃς τὸν ἀμαράντινον στέφανον, ὃν ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν διὰ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.